94
Ὥρμησα μὲν καὶ αὐτὸς καταλαβεῖν σου τὴν τιμιότητα, ὡς ἂν μὴ τῇ ἀπολείψει ἔλαττόν τι ἔχοιμι τῶν διαβαλλόντων· ἀλλʼ ἐπειδὴ ἡ ἀρρωστία τοῦ σώματος διεκώλυσε, σφοδρότερον πολλῷ τῆς συνηθείας ἐπιθεμένη, ἀναγκαίως ἦλθον ἐπὶ τὸ γράμμα. ἐγὼ τοίνυν, ὦ θαυμάσιε, συντυχὼν πρώην τῇ τιμιότητί σου, ὥρμησα μὲν καὶ περὶ πάντων τῶν κατὰ τὸν βίον μου πραγμάτων ἀνακοινώσασθαί σου τῇ φρονήσει,φροντίσει E. ὥρμησα δὲ καὶ τῶν ἐκκλησιῶν ἕνεκατοῦ add. editi antiqi. ποιήσασθαί τινα λόγον, ὡς ἂν μὴ ταῖς μετὰ ταῦτα διαβολαῖς χώρα τις ὑπολείποιτο.ὑπολίποιτο E. ἀλλʼ ἐπέσχον ἐμαυτόν, λογιζόμενος περίεργον εἶναι παντελῶς, καὶ πέρα τοῦ μέτρου φιλότιμον, ἀνδρὶ τοσοῦτοντοσούτῳ E. πλῆθος πραγμάτων ἐξηρτημένῳ ἔτι καὶ τὰς ἔξω τῶν ἀναγκαίων ἐπιβάλλειν φροντίδας. ὁμοῦ τε,τε δέ E. εἰρήσεται γὰρ τἀληθές, καὶ ἄλλως ὤκνησα μήποτε εἰς ἀνάγκην ἔλθωμεν ταῖς κατʼ ἀλλήλων ἀντιλογίαις τρῶσαι τὴν ψυχήν σου, ὀφείλουσαν ἐν τῇ καθαρᾷ περὶ τὸν Θεὸν εὐλαβείᾳ τέλειον τὸν μισθὸν τῆς θεοσεβείαςθεότητος E. καρποῦσθαι. τῷ ὄντι γάρ, ἐάν σε πρὸς ἑαυτοὺς ἐπιστρέψωμενἐπιστρέψομεν editi antiqi. ἡμεῖς, ὀλίγην σοι σχολὴν πρὸς τὰ δημόσια καταλείψομεν, καὶ παραπλήσιον ποιήσομεν, ὥσπερ ἂν εἴ τις κυβερνήτην, νεοπαγῆ ναῦν ἐν μεγάλῳ κλύδωνι διευθύνοντα, τῇ προσθήκῃ τοῦ φόρτου καταβαρύνοι, δέον ἀφαιρεῖν τι τῶν ἀγωγίμων καὶ συνεπικουφίζειν ὡς δυνατόν. ὅθεν μοι δοκεῖ καὶ βασιλεὺς ὁ μέγας, τὴν πολυπραγμοσύνην ἡμῶν ταύτην καταμαθών, ἐᾶσαι ἡμᾶς ἐφʼ ἑαυτῶν τὰς ἐκκλησίας οἰκονομεῖν.