94
Τοὺς μέντοι ταῖς ἀδόλοις ἀκοαῖς σου παρενοχλοῦντας ἐρωτηθῆναι βούλομαι, τί χεῖρον ἔχει τὰ δημόσια παρʼ ἡμᾶς; ἢ τί μικρὸν ἢ μεῖζον τῶν κοινῶν ἐκ τῆς ἡμετέρας περὶ τὰς ἐκκλησίας οἰκονομίας ἠλάττωται; πλὴν εἰ μή τις λέγοι βλάβην τοῖς πράγμασι φέρειν, οἶκον εὐκτήριον μεγαλοπρεπῶςμεγαλοπρεπές editi antiqi. κατεσκευασμένονκατασκευασμένον E. ἀναστῆσαι τῷ Θεῷ ἡμῶν, καὶ περὶ αὐτὸν οἴκησιν, τὴν μὲν ἐλευθέριον ἐξῃρημένηνἐξηρτημένην alii MSS. τῷ κορυφαίῳ, τὰς δὲ ὑποβεβηκυίας τοῖς θεραπευταῖς τοῦ θείου διανενεμημένας ἐν τάξει,ἐν τάξει ἐντάξαι editi antiqi. ὧν ἡ χρῆσις κοινὴ πρός τε ὑμᾶς τοὺς ἄρχοντας καὶ τοὺς παρεπομένους ὑμῖν. τίνα δὲ ἀδικοῦμεν, καταγώγια τοῖς ξένοις οἰκοδομοῦντες, τοῖς τετε om. E κατὰ πάροδον ἐπιφοιτῶσι καὶ τοῖς θεραπείας τινὸς διὰ τὴν ἀσθένειαν δεομένοις, καὶ τὴν ἀναγκαίαν τούτοις παραμυθίαν ἐγκαθιστῶντες, τοὺς νοσοκομοῦντας, τοὺς ἰατρεύοντας, τὰ νωτοφόρα, τοὺς παραπέμποντας; τούτοις ἀνάγκη καὶ τέχνας ἕπεσθαι, τάς τε πρὸς τὸ ζῇν ἀναγκαίας, καὶ ὅσαι πρὸς εὐσχήμονα βίου διαγωγὴν ἐφευρέθησαν· οἴκους πάλιν ἑτέρους ταῖς ἐργασίαις ἐπιτηδείους, ἅπερ πάντα τῷ μὲν τόπῳ κόσμος, τῷ δὲ ἄρχοντι ἡμῶν σεμνολόγημα, ἐπʼ αὐτὸν τῆς εὐφημίας ἐπανιούσης. ὅς γε οὐδὲ τούτου ἕνεκεν πρὸς τὴν ἐπιστασίαν ἡμῶν ἐξεβιάσθης, ὡς μόνος ἐξαρκῶν τῷ μεγέθει τῆς γνώμης τά τε κατερρυηκότα τῶν ἔργωντῶν ἔργων τῷ χρόνῳ sex alii MSS.; τῷ χρόνῳ add. editi antiqi. ἀναλαβεῖν, καὶ οἰκίσαι τὰς ἀοικήτους, καὶ ὅλως εἰς πόλεις τὰς ἐρημίας μετασκευάσαι. τὸν οὖν εἰς ταῦτα συνεργοῦντα ἐλαύνειν καὶ ὑβρίζειν, ἢ τιμᾷν καὶ περιέπειν, ἀκολουθότερον ἦν; καὶ μὴ οἰηθῇς, ὦ ἄριστε, λόγον μόνον εἶναι τὰ παρʼ ἡμῶν· ἤδη γάρ ἐσμεν ἐν τῷ ἔργῳ, τὰς ὕλας τέως συμποριζόμενοι.