94
Τὰ μὲν οὖν πρὸς τὴν τοῦ ἄρχοντος ἀπολογίαν τοιαῦτα. ἃ δὲ δεῖ πρὸς τὰς τῶν φιλαιτίων μέμψεις, ὡς Χριστιανῷ καὶ φίλῳ πεφροντικότι ἡμῶν τῆς ὑπολήψεως ἀποκρίνασθαι, ἀναγκαῖον νῦν ἀποσιωπῆσαι, ὡς καὶ μακρότερα τοῦ μέτρου τῆς ἐπιστολῆς, καὶ ἄλλως οὐκ ἀσφαλῆἀσφαλές E. γράμμασιν ἀψύχοις καταπιστεύεσθαι. ἵνα δὲ μὴ τὸν πρὸ τῆς συντυχίας χρόνον ταῖς διαβολαῖς τινῶν ὑπαχθείς, ὑφεῖναί τι τῆς περὶ ἡμᾶς εὐνοίας ἀναγκασθῇς, τὸ τοῦ Ἀλεξάνδρου ποίησον. καὶ γὰρ ἐκεῖνόν φασι, διαβαλλομένου τινὸς τῶν συνήθων, τὴν μὲν ἑτέραν τῶν ἀκοῶν ἀνεῖναι τῷ διαβάλλοντι, τὴν δὲ ἑτέραν ἐπιμελῶς ἐπιφράξασθαι τῇ χειρί, ἐνδεικνύμενον ὅτι δέοι τὸν ὀρθῶς κρίνειν μέλλοντα μὴ ὅλον εὐθὺς τοῖς προλαβοῦσιν ἀπάγεσθαι, ἀλλὰ τὸ ἥμισυ τῆς ἀκροάσεως ἀκέραιον διασώζειν πρὸς ἀπολογίαν τῷ μὴ παρόντι.
Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσατωι