96
Ταῦτα ὀψὲ μὲνμέν om. E τοῦ καιροῦ μαρτυροῦμεν, ὥσπερ οἱ μονῳδοῦντες ἑαυτοὺςἑαυτοῖς E, editi antiqi. παραμυθούμενοι, οὐχὶ τοῖς πράγμασί τι ποιοῦντες χρήσιμον. πλὴν οὐδὲ τοῦτο ἄχρηστον, ἐν τῇ μεγάλῃ σου ψυχῇ τὴν μνήμην τοῦ ἀνδρὸς ἀποκεῖσθαι,καί add. E. χάριν τε εἰδέναι ὡς εὐεργέτῃεὐεργέτην E. τῆς ἐνεγκούσης, καὶ εἴ τις ἐπιφύοιτο αὐτῷ τῶν διὰ τὸ μὴ προτιμηθῆναι τοῦ δικαίου χαλεπαινόντων, ὑπερμαχεῖν καὶ προΐστασθαι, πᾶσι ποιήσαντα φανερόν, ὅτι οἰκεῖον σεαυτῷ τὸν ἄνδρα τίθεσαι, ἀρκοῦσαν ἀφορμὴν εἰς οἰκειότητα τὴν ἀγαθὴν περὶ αὐτοῦ μαρτυρίαν τιθέμενος καὶ τὴν τῶν πραγμάτων πεῖραν, οὐ κατὰ τὴν τῶν χρόνων ἀναλογίαν ὑπάρχουσαν. ἃ γὰρ οὐδʼ ἂν ἐν πολλοῖς ἔτεσι παρʼ ἄλλου γένοιτο, ταῦτα ἐν ὀλίγῳ παρʼ αὐτοῦ κατώρθωται. ἀρκοῦσα δʼ ἡμῖνἡ add. E. χάρις καὶ τῶν συμβάντων παραμυθία, ἐὰν καὶ βασιλεῖ συστήσῃς αὐτόν, καὶ τὰς ἐπενεχθείσας αὐτῷ διαβολὰς ἀποσκευάσῃ. ταῦτά σοι πᾶσανπᾶσαν om. E οἴου τὴν πατρίδα διὰ μιᾶς τῆς ἡμετέραςἡμέρας E. φωνῆς διαλέγεσθαι, καὶ κοινὴν εἶναι πάντων εὐχήν, γενέσθαι τι τῷ ἀνδρὶ διὰ τῆς σῆς τελειότητος δεξιόν.
Τῇ βουλῇ Τυάνων