8
Μάλιστα μὲν τῷ ἀδοκήτῳ τότε πληγείς, καθάπερ οἱ τοῖς αἰφνιδίοις ψόφοις ἀθρόως καταπλαγέντες, οὐ κατέσχον τοὺς λογισμούς, ἀλλʼ ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην χρόνον ἱκανὸν ἀφʼ ὑμῶν, ἔπειτα δὲ καὶ πόθος τις ὑπεισῄει μουμε F. τῶν θείων δογμάτων καὶ τῆς περὶ ἐκεῖνα φιλοσοφίας. Πῶς γὰρ ἂν δυναίμην, ἔφην ἐγώ, κρατῆσαι τῆς συνοικούσης ἡμῖν κακίας; τίς δʼ ἄν μοι γένηταιγένοιτο F. Λάβαν, ἀπαλλάττων με τοῦ Ἡσαῦ καὶ πρὸς τὴν ἀνωτάτω φιλοσοφίαν παιδαγωγῶν; ἀλλʼ ἐπειδή, σὺν Θεῷ, τοῦ σκοποῦ κατὰ δύναμιν τετυχήκαμεν εὑρόντες σκεῦος ἐκλογῆς καὶ φρέαρ βαθύ, λέγω δὲ τὸ τοῦ Χριστοῦ στόμα Γρηγόριον, ὀλίγον ἡμῖν, παρακαλῶ, ὀλίγον συγχωρήσατε χρόνον. αἰτούμεθα, οὐ τὴν ἐν ταῖς πόλεσι διατριβὴν ἀσπαζόμενοι· οὐδὲ γὰρ λέληθεν ἡμᾶς ὁ πονηρὸς διὰ τῶν τοιούτων τὴν ἀπάτην τοῖς ἀνθρώποις προσμηχανώμενος· ἀλλὰ τὴν συντυχίαν τὴν πρὸς τοὺς ἁγίους ἐπωφελῆ μάλιστα κρίνοντες. ἐν γὰρ τῷ λέγειν τι περὶ τῶν θείων δογμάτων καὶ ἀκούειν πυκνότερον, ἕξιν δυσαπόβλητον θεωρημάτων λαμβάνομεν. καὶ τὰ μὲν καθʼ ἡμᾶς τοῦτον ἔχει τὸν τρόπον.
8
Ὑμεῖς δέ, ὦ θεῖαί μοι καὶ προσφιλέσταται πασῶν κεφαλαί, φυλάττεσθε τοὺς τῶν Φυλιστιαίων ποιμένας, μή τις λαθὼν ἐμφράξῃ ὑμῶν τὰ φρέατα καὶ τὸ καθαρὸν τῆς γνώσεως τῆς περὶ τὴν πίστιν ἐπιθολώσῃ. τοῦτο γὰρ αὐτοῖς ἀεί ἐστιν ἐπιμελές, μὴ ἐκ τῶν θείων Γραφῶν διδάσκειν τὰς ἀκεραιοτέρας ψυχάς, ἀλλʼ ἐκ τῆς ἔξωθεν σοφίας παρακρούεσθαι τὴν ἀλήθειαν. ὁ γὰρ ἀγέννητον καὶ γεννητὸν ἐπεισάγων ἡμῶν τῇ πίστει, καὶ τὸν ἀεὶ ὄντα μὴ ὄντα ποτὲ δογματἴζων, καὶ τὸν φύσει καὶ ἀεὶ Πατέρα πατέρα γινόμενον, καὶ τὸ Πνεῦμα τὸ ἅγιον οὐκ ἀΐδιον, οὐκ ἀντικρύς ἐστι Φυλιστεύςφυλιστιαῖος F.; βασκαίνων τοῖς τοῦ πατριάρχου ἡμῶν προβάτοις, ἵνα μὴ πίνωσιν ἐκ τοῦ καθαροῦ καὶ ἁλλομένου εἰς ζωὴν αἰώνιον ὕδατος, ἀλλὰ τὸ τοῦ προφήτου λόγιον πρὸς ἑαυτοὺς ἐπισπάσωνται, τό Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους οἳ οὐ δυνήσονται ὕδωρ συσχεῖν, δέον ὁμολογεῖν Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱόν, Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον, ὡς οἱ θεῖοι λόγοι καὶ οἱ τούτους ὑψηλότερον νενοηκότες ἐδίδαξαν.