99
Μετὰ ταῦτα τοίνυν, ἐπειδὴ κατέλαβεν ἡμᾶς ἡ ἀνάγκη τῆς ἐπὶ τὴν Ἀρμενίαν ὁδοῦ, εἰδὼς τοῦ ἀνδρὸς τὸ ἰδιότροπον καὶ βουλόμενος ὑπὸἐπί nonnulli MSS. μάρτυρι ἀξιοπίστῳ αὐτός τε ὑπὲρ τῶν πεπραγμένων ἀπολογήσασθαι κἀκεῖνον πληροφορῆσαι, ἦλθον ἐπὶ τὰ Γήτασα τὸν ἀγρὸν τοῦ θεοφιλεστάτου ἐπισκόπου Μελετίου, συμπαρόντος μοιμου E. καὶ αὐτοῦ τοῦ προειρημένου Θεοδότου· καὶ οὕτως ἐκεῖ, ἐπειδὴ ἐνεκλήθημεν παρʼ αὐτοῦ ἐπὶ τῇἐπὶ τῇ ...συναφείᾳ περὶ τῆς ... συναφείας nonnulli MSS. πρὸς Εὐστάθιον συναφείᾳ, εἶπον τὸτὸ ... κατόρθωμα τὰ ... κατορθώματα E. ἐκ τῆς συντυχίας κατόρθωμα, ὅτι ἔλαβον αὐτὸν εἰς πάντα ἡμῖν ὁμοδοξοῦντα. ὡς δὲ διεβεβαιοῦτο ἔξαρνον γεγενῆσθαι μετὰ τὴν ἀφʼ ἡμῶν ἀναχώρησιν, καὶ διαβεβαιοῦσθαι αὐτὸν τοῖς ἰδίοις αὐτοῦἑαυτοῦ E. μαθηταῖς, ἦ μὲν εἰς μηδὲν ἡμῖν περὶ τῆς πίστεως συντεθεῖσθαι, ἀπήντων ἐγὼ πρὸς ταῦτα (καὶ σκόπει, θαυμασιώτατε, εἰ μὴ δικαιοτάταςδικαιοτάτως καὶ ἀναντιρρήτως Reg. primus et Bigot. καὶ ἀναντιρρήτους ἐποιούμην πρὸς τοῦτο τὰς ἀποκρίσεις), ὅτι ἐγὼ μὲν πέπεισμαι, εἰκάζων ἐκ τῆς λοιπῆς εὐσταθείας τοῦ ἀνδρός, μὴ οὕτως αὐτὸν κούφως περιτρέπεσθαι πρὸς τὰ ἐναντία, μηδὲ νῦν μὲν ὁμολογεῖν νῦν δὲ ὑπὲρ ὧν εἶπεν ἀρνεῖσθαι, ἄνδρα καὶ τὸ ὑπὲρ τῶν τυχόντων ψεῦδος ὡς φοβερὸν ἀποφεύγοντα, μὴ ὅτι γε περὶ τῶν τηλικούτων πραγμάτων καὶ οὕτω παρὰ πᾶσι βεβοημένων,βεβοημένον E. διαβεβοημένωn editi antiqi. ἑλέσθαι ἄν ποτε ἐναντιωθῆναι τῇ ἀληθείᾳ. εἰ δὲ ἄρα καὶ ἀληθῆ εἶναι συμβῇ τὰ θρυλλούμενα παρʼ ὑμῶν, προτεῖναι αὐτῷ γραμματεῖον πᾶσαν ἔχον τῆς ὀρθῆς πίστεως τὴν ἀπόδειξιν χρή. ἐὰν μὲν οὖν εὕρω αὐτὸν συντιθέμενον ἐγγράφως, ἐπιμενῶ τῇ κοινωνίᾳ· ἐὰν δὲ λάβω ἀναδυόμενον, ἀποστήσομαι αὐτοῦ τῆς συναφείας. ἀποδεξαμένου τὸν λόγον τοῦ ἐπισκόπου Μελετίου καὶ τοῦ ἀδελφοῦ Διοδώρου τοῦ συμπρεσβυτέρου (παρῆν γὰρ τοῖς γινομένοις), συνθέμενος ὁ αἰδεσιμώτατος ἀδελφὸς Θεόδοτος ἐκεῖ, καὶ παρακαλέσας ἡμᾶς κατελθεῖν ἐπὶ Νικόπολιν, ἵνα καὶ τὴν ἐκκλησίαν αὐτοῦ ἐπισκεψώμεθα, καὶ αὐτὸν λάβωμεν τῆς μέχρι Σατάλων ὁδοιπορίας συνέμπορον, καταλιπὼνσυνέμπορον, καταλιπών συνέμπορον καταλιπόντα editi antiqi. ἡμᾶς ἐν Γητάσοις, ἐπειδὴ κατελάβομεν τὴν Νικόπολιν, ἐπιλαθόμενος ὧν τε παρʼ ἐμοῦτε παρ’ ἐμοῦ παρ’ ἡμῶν E. ἤκουσεν.ἤκουσαν editi antiqi. ὧν τε συνέθετο ἡμῖν, ἐκείναις ταῖς ὕβρεσι καὶ ταῖς ἀτιμίαις, ἃς μικρῷ πρόσθεν διηγησάμην, καταισχύνας ἡμᾶς ἀπέπεμψε.