112
Εἰ μὲν οὕτως εἶχον σώματος, ὥστε ῥᾳδίως ὑπομένειν ὁδοιπορίας δύνασθαι καὶ τὰ τοῦ χειμῶνος δυσχερῆ φέρειν, οὐκ ἂν ἐπέστελλον, ἀλλʼ αὐτὸς παρὰπρός editi antiqi. τὴν σὴν μεγαλοψυχίαν ἐβάδιζον δυοῖνδυαῖν E. ἕνεκεν· τοῦ τε παλαιὸνπαλαιάς E. ὑποσχέσεως ἐκτίσαι χρέος (οἶδα γὰρ ὁμολογήσας παρέσεσθαι τῇ Σεβαστείᾳ καὶ ἀπολαῦσαίἀπολαύσειν editi antiqi. σου τῆς τελειότητος· ὅπερ ἐποίησα μέν, διήμαρτον δὲ τῆς συντυχίας, μικρὸν κατόπιν τῆς σῆς καλοκἀγαθίας παραγενόμενος), ἑτέρου δέ, τοῦ τὴν πρεσβείαν δι’ ἐμαυτοῦ πληρῶσαι, ἣν ἀποστεῖλαιὑποστῆναι E, editi antiqi. τέως ἀπώκνουν, μικρότερον ἐμαυτὸν κρίνων ἢ ὥστε τοιαύτης τυγχάνειν χάριτος, καὶ ἅμα λογιζόμενος, ὅτι οὔτε ἄρχονταἄρχονται E. οὔτε ἰδιώτην ὑπὲρ οὐδενὸς ἄν τις λέων διὰ γραμμάτων πείσειεν οὕτως, ὡς αὐτὸς παρών, καὶ τὰ μὲν ἀπολυόμενοςἀποδυόμενος E. τῶν ἐγκλημάτων, τὰ δὲ ἱκετεύων, τοῖς δὲ συγγνώμην παραιτούμενος ἔχειν· ὧν οὐδὲν ἂνἄν om. E ῥᾳδίως δι’ ἐπιστολῆς γένοιτο. πᾶσιν οὖν τούτοις ἓν ἀντιθείς, σὲ τὴν θείαν κεφαλήν, καὶ ὅτι ἐξαρκέσει τὴν γνώμην ἐνδείξασθαί σοι, ἣν περὶ τοῦ πράγματος ἔχομεν, τὰ δὲ λοιπὰ προσθήσεις παρὰ σεαυτοῦ,παρὰ σεαυτοῦ παρ’ ἑαυτοῦ E. πρὸς τὴν ἐγχείρησιν οὐκ ἀπώκνησα.