8
Καίτοι ἡμεῖς κατὰ τὸν ἀληθῆ λόγον οὔτε ὅμοιον οὔτε ἀνόμοιον λέγομεν τὸν Υἱὸν τῷ Πατρί. ἑκάτερον γὰρ αὐτῶν ἐπίσης ἀδύνατον. ὅμοιον γὰρ καὶ ἀνόμοιον κατὰ τὰς ποιότητας λέγεται· ποιότητος δὲ τὸ θεῖον ἐλεύθερον. ταὐτότητα δὲ τῆς φύσεως ὁμολογοῦντες καὶ τὸ ὁμοούσιον ἐκδεχόμεθα καὶ τὸ σύνθετον φεύγομεν, τοῦ κατʼ οὐσίαν Θεοῦ καὶ Πατρὸς τὸν κατʼ οὐσίαν Θεὸν καὶ Υἱὸν γεγεννηκότος· ἐκ γὰρ τούτου τὸ ὁμοούσιον δείκνυται. ὁ γὰρ κατʼ οὐσίαν Θεὸς τῷ κατʼ οὐσίαν Θεῷ ὁμοούσιός ἐστιν.
8
Ἐπεὶἐπειδὴ F. δὲ λέγεται θεὸς καὶ ὁ ἄνθρωπος, ὡς τὸ Εγὼ εἶπα, θεοί ἐστε, καὶ ὁ δαίμων θεός, ὡς τὸ Οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, ἀλλʼ οἱ μὲν κατὰ χάριν ὀνομάζονται, οἱ δὲ κατὰ ψεῦδος. ὁ δὲ Θεὸς μόνος κατʼ οὐσίαν ἐστὶ Θεός. μόνος δὲ ὅταν εἴπω, τὴν οὐσίαν τοῦ Θεοῦ τὴν ἁγίαν καὶ ἄκτιστον δηλῶ, τὸ γὰρ μόνος λέγεται καὶ ἐπί τινος ἀνθρώπου καὶ ἐπὶ φύσεως ἁπλῶς τῆς καθόλου· ἐπί τινος μέν, οἷον, φέρε εἰπεῖν, ἐπὶ Παύλου, ὅτι μόνος ἡρπάγη ἕως τρίτου οὐρανοῦ καὶ ἤκουσεν ἄῤῥητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι· ἐπὶ φύσεως δὲ τῆς καθόλου, ὡς ὅταν λέγῃ Δαβίδ, Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ. ἐνταῦθα γὰρ οὐ τόν τινα ἄνθρωπον, ἀλλὰ τὴν καθόλου φύσιν δηλοῖ· πᾶς γὰρ ἄνθρωπος πρόσκαιρος καὶ θνητός. οὕτω κἀκεῖνα νοοῦμεν ἐπὶ τῆς φύσεως εἰρημένα· τὸ Ὁ μόνος ἔχων ἀθανασίαν, καί, Μόνῳ σοφῷ Θεῷ, καὶ τὸ Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός (τὸ γὰρ εἷς ἐνταῦθα τῷ μόνος ταὐτὸν δηλοῖ), καὶ τὸ Ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ πάλιν, Κυρίῳ τῷ Θεῷ σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ τὸ Οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ. τὸ γὰρ εἷς καὶ μόνος ἐπὶ Θεοῦ ἐν τῇ Γραφῇ οὐ πρὸς ἀντιδιαστολὴν τοῦ Υἱοῦ ἢ τοῦ ἁγίου Πνεύματος λέγεται, ἀλλὰ πρὸς τοὺς μὴ ὄντας θεούς, ὀνομαζομένους δὲ ψευδῶς· ὡς τὸ Κύριος μόνος ἦγεν αὐτούς, καὶ οὐκ ἦν μετʼ αὐτῶν θεὸς ἀλλότριος, καὶ τὸ Περιεῖλον υἱοὶ Ἰσραὴλ τὰ Βααλεὶμ καὶ τὰ ἄλση Ἀσταρὼθ καὶ ἐδούλευον Κυρίῳ μόνῳ, καὶ πάλιν ὁ Παῦλος, Ὥσπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, ἀλλʼ ἡμῖν εἷς Θεός, ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος, Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα.