Τοῖς ἐν Ταρσῷ περὶ Κυριακόντοῖς αὐτοῖς περὶ Κυριακὸν παραπλήσια editi antiqi.
114
Ὅσον ἐστὶ τὸ τῆς εἰρήνης ἀγαθόν, τί χρὴ λέγειν πρὸς ἄνδρας υἱοὺς τῆς εἰρήνης; ἐπεὶ οὖν τὸ μέγα τοῦτο καὶ θαυμαστὸν καὶ πᾶσι περισπούδαστον τοῖς ἀγαπῶσι τὸν Κύριον κινδυνεύει λοιπὸν εἰς ὄνομα ψιλὸν περιστῆναι διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγείσης λοιπὸν ἐν τοῖς πολλοῖς τῆς ἀγάπης, οἶμαι προσήκειν μίαν ταύτην εἶναι σπουδὴν τοῖς γνησίως καὶ ἀληθινῶς δουλεύουσι τῷ Κυρίῳ, τὸ ἐπαναγαγεῖν πρὸς ἕνωσιν τὰς ἐκκλησίας τὰς πολυμερῶς καὶ πολυτρόπως ἀπʼ ἀλλήλων διατμηθείσας. ὃ δὴ καὶ αὐτὸς ἐπιχειρῶν ποιεῖν οὐκ ἂν δικαίως πολυπράγμονος αἰτίαν λάβοιμι. οὐδὲν γὰρ οὕτως ἴδιόν ἐστι Χριστιανοῦ ὡς τὸ εἰρηνοποιεῖν· διὸ καὶ τὸν ἐπʼ αὐτῷ μισθὸν μέγιστον ἡμῖν ὁ Κύριος ἐπηγγείλατο. συντυχὼν τοίνυν τοῖς ἀδελφοῖς καὶ θεασάμενος αὐτῶν πολὺ μὲν τὸ φιλάδελφον καὶ τὸ περὶ ὑμᾶς ἀγαπητικόν, πολλῷ δὲ ἔτι πλέον τὸ φιλόχριστονφιλόχρηστον E. καὶ τὸ περὶ τὴν πίστιν ἀκριβές τε καὶεὔτονον, καὶ ὅτι πολλὴν ἀμφοτέρων ποιοῦνται σπουδήν, τῆς τε ὑμετέρας ἀγάπης μὴ χωρίζεσθαι καὶ τὴν ὑγιαίνουσαν πίστιν μὴ καταπροδοῦναι, ἀποδεξάμενος αὐτῶν τὴν ἀγαθὴν προαίρεσιν ἐπιστέλλω τῇ σεμνότητι ὑμῶν, παρακαλῶν πάσῃ ἀγάπῃ ἔχειν αὐτοὺς ἡνωμένους γνησίως καὶ πάσης ἐκκλησιαστικῆς φροντίδος κοινωνούς· ἐγγυησάμενος καὶ αὐτοῖς τὴν ὑμετέραν ὀρθότητα, ὅτι καὶ αὐτοὶ τῇ τοῦ Θεοῦ χάριτι τῷ ὑπὲρ τῆς ἀληθείας ζήλῳ πρὸς πάντα ἐστὲ παρατεταγμένοι, ὅσαπερ ἂν δέῃδέοι editi antiqi. παθεῖν ὑπὲρ τοῦ λόγου τῆς ἀληθείας.