115
Σαυτὴν οὖν τῆς ἐσχάτης ἡμέρας ὑπόμνησον, καὶ ἡμᾶς, εἰ βούλει, μὴ δίδασκε. ἴσμεν σου πλείονα, καὶἐν add. E. ταῖς ἔνδοθεν ἀκάνθαις οὐ τοσοῦτον συμπνιγόμεθα· οὔτε ἐν ὀλίγοις καλοῖς δεκαπλασίονα κακίαν ἐπιμίγνυμεν. ἐπήγειρας ἡμῖν σαύρας τε καὶ φρύνους, ἐαρινὰ δῆθεν θηρία, πλὴν ὅμως ἀκάθαρτα. ἀλλʼ ἥξει πτερὸνπτηνόν Regius secundus et Coisl. secundus. ἄνωθεν τὸ ταῦτα νεμόμενον. ἐμοὶ γὰρ λόγος, οὐχ ὡς σὺ νομίζεις, ἀλλʼ ὡς οἶδε κρίνειν Θεός. εἰ δὲ καὶ μαρτύρων χρεία, οὐ δοῦλοι στήσονται, οὐδὲ εὐνούχων γένος ἄτιμον καὶ πανώλεθρον· τοῦτο δὴ τοῦτο, ἄθηλυ, ἄνανδρον, γυναικομανές, ἐπίζηλον, κακόμισθον, ὀξύθυμον, θηλυδριῶδες,θηλυδρῶδες E. γαστρίδουλον, χρυσομανές, ἀπηνές, κλαυσίδειπνον, εὐμετάβλητον, ἀμετάδοτον, πάνδοχον, ἀπροσκορές, μανικὸν καὶ ζηλότυπον· καὶ τί γὰρ ἔτι εἰπεῖν; σὺν αὐτῇ τῇ γενέσει σιδηροκατάδικον. πῶς οὖν τούτωντούτῳ E. γνώμη ὀρθή, ὧν καὶ οἱ πόδες στρεβλοί; οὗτοι σωφρονοῦσι μὲν ἄμισθα διὰ σιδήρου· μαίνονται δὲ ἄκαρπα δι’ οἰκείαν αἰσχρότητα. οὐχ οὗτοι στήσονται τῆς κρίσεως μάρτυρες, ἀλλʼ ὀφθαλμοὶ δικαίων, καὶ ὄψεις ἀνδρῶν τελείων· ὅσοι τότε ὁρῶσι, πρὸς ἃ βλέποντες νῦν εἰσὶ συνέσει.
Φιρμίνῳ
116
Καὶ σπάνιά σου τὰ γράμματα, καὶ μικρὰ ταῦτα, ἢ ὄκνῳ τοῦ γράφειν, ἢ ἄλλως, τὸν ἐκ τοῦ πλήθους κόρον διαφεύγειν οἰκονομοῦντος, ἤπου καὶ πρὸς βραχυλογίαν ἑαυτὸν συνεθίζοντος. ἡμῖν μέντοι οὐδὲν ἐξαρκεῖ, ἀλλὰ κἂν ὑπερβάλλῃ τῷ πλήθει, τῆς ἐπιθυμίας ἐστὶν ἐλάττω διὰ τὸ βούλεσθαιπάνθʼ add. editi antiqi. ἕκαστα περὶ σοῦ μανθάνειν, πῶς μέν σοι τὸ σῶμα ἔχει, ὅπως δέ σοι τὰ τῆς ἀσκήσεως, καὶ πότερον ἐπιμένεις τοῖς ἐξ ἀρχῆς ἐγνωσμένοις ἤ τι καὶ μετεβουλεύσω, πρὸς τὰ συμπίπτοντα τὴν γνώμην μετατιθέμενος.μεταθέμενος editi antiqi.