117
Ἀλλʼ ἐκεῖνα μὲν γέγονε καὶ ὑπομνήσεως ἠξιώθη, ὥστε μὴ δεύτερον ἡμᾶς τοῖς ὁμοίοις περιπεσεῖν. τὰ δὲ ἐφεξῆς, πάνυ βούλομαι πληροφορεῖσθαί σου τὴν εὐλάβειαν, ὅτι τοῦ Θεοῦ συγχωροῦντος ῥᾷστα ἡμῖν προσχωρήσει, τοῦ πράγματος καὶ ἐννόμου ὄντος καὶ οὐδὲν ἔχοντος βαρύ, καὶ τῶν φίλων ἡμῶν πολλῶνπολλῶν om. Vat., Med. ἑτοίμως χαριζομένων, ὄντων ἐν τῷ στρατοπέδῳ. τυπωθήσεται οὖν παρʼ ἡμῶν δέησις, κατὰ τὴν ὁμοιότητα τοῦ προσδοθέντος λιβέλλου τῷ βικαρίῳ, ἐν ᾗ ἐὰν μή τις γένηται παρολκή, εὐθέως ἀποπεμψόμεθα τὴν ἐκ τοῦ γράμματοςπράγματος E. ἄδειαν παρεχόμενοι. πέπεισμαι δὲ ἐν τοιούτοις μεῖζον τῶν βασιλικῶν προσταγμάτων τὴν προαίρεσιν ἡμῶν ἰσχύειν, ἣν ἐὰν ἄτρεπτον καὶ ἀκλινῆ ἐκ τοῦ κατὰ τὴν ἀκμὴν βίου ἐπιδειξώμεθα, ἀνεπιχείρητος ἡμῖν καὶ ἄσυλος διὰ τῆς τοῦ Θεοῦ βοηθείας τῆς παρθενίας ἡ φυλακὴ εἴη.
117
Τὸν δὲ ἐγχειρισθέντα ἡμῖν παρὰ σοῦ ἀδελφὸν καὶ ἐθεασάμεθα ἡδέως, καὶ ἔχομεν ἐν τοῖς γνωρίμοις, εὐχόμενοι ἄξιον εἶναι τοῦ Θεοῦ καὶ τῆς σῆς μαρτυρίας.
Ἰοβίνῳ, ἐπισκόπῳ Πέρρης
118
Ἔχω σε χρεώστην ὀφλήματος ἀγαθοῦ. ἐδάνεισα γάρ σοι χρέος ἀγάπης, ὃ χρή με ἀπολαβεῖν σὺν τόκῳ, ἐπειδὴ καὶ ὁ Κύριος ἡμῶν τὸ τοιοῦτον εἶδος τῶν τόκων οὐ παραιτεῖται. ἀπόδος τοίνυν, ὦ φίλη κεφαλή, ἐπιστὰς ἡμῶν τῇ πατρίδι. τοῦτο μὲν οὖν ἐστὶν αὐτὸ τὸ κεφάλαιον. τίς δὲ ἡ προσθήκη; τὸ σὲ εἶναι τὸν παραγινόμενον, ἄνδρα τοσοῦτον ἡμῶν διαφέροντα ὅσῳὅσον E. πατέρες εἰσὶ βελτίους παίδων.
Εὐσταθίῳ, ἐπισκόπῳ Σεβαστείας