8
Ἀλλὰ ζητοῦμεν ἐνταῦθα πῶς Εἷς Θεὸς εἰρηκὼς οὐκ ἠρκέσθη τῇ φωνῇ (ἔφαμεν γὰρ ὅτι μόνος καὶ τὸ εἷς, ἐπὶ Θεοῦ, τὴν φύσιν δηλοῖ), ἀλλὰ καὶ τὸ Πατὴρ προσέθηκε καὶ τοῦτοῦom. F. Χριστοῦ ἐμνημόνευσεν. ὑπονοῶ τοίνυν ὅτι οὐκ ἐξαρκεῖν ᾠήθη νῦν ὁ Παῦλος, τὸ σκεῦος τῆς ἐκλογῆς, κηρύσσειν μόνον Θεὸν τὸν Υἱὸν καὶ Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον, ὅπερ διὰ τῆς Εἷς Θεὸς ἐδήλωσε ῥήσεως, ἐὰν μὴ καὶ διὰ τῆς προσθήκης τοῦ Πατρὸς τὸν ἐξ οὗ τὰ πάντα δηλώσῃ, καὶ διὰ τῆς μνήμης τοῦ Κυρίου τὸν Λόγον τὸν δι’ οὗ τὰ πάντα σημάνῃ· καὶ πάλιν, διὰ τῆς Ἰησοῦ Χριστοῦ συμπαραλήψεως, τὴν ἐνανθρώπησιν παραγγείλῃἀπαγγείλῃ F. καὶ τὸ πάθος παραστήσῃ καὶ τὴν ἀνάστασιν φανερώσῃ. τὸ γὰρ Ἰησοῦς Χριστὸς τὰς τοιαύτας ἐννοίας ἡμῖν ἐμφαίνει. διὸ καὶ πρὸ τοῦ πάθους παραιτεῖται ὁ Κύριος, Ἰησοῦς Χριστὸς καταγγέλλεσθαι, καὶ διαστέλλεται τοῖς μαθηταῖς, ἵνα μηδενὶ εἴπωσιν, ὅτι αὐτός ἐστιν Ἰησοῦς ὁ Χριστός. πρόκειται γὰρ αὐτῷ τελειώσαντι τὴν οἰκονομίαν, μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν, ἐπιτρέψαι αὐτοῖς κηρύσσειν αὐτὸν Ἰησοῦν τὸν Χριστόν. τοιοῦτόν ἐστι καὶ τὸ Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν, καὶ τὸ Πιστεύετε εἰςτὸν add. F. Θεὸν καὶ εἰς ἐμὲ πιστεύετε· πανταχοῦ τὴν ἔννοιαν ἡμῶν ἀσφαλιζομένου τοῦ Πνεύματος τοῦ ἁγίου, ἵνα μὴ θατέρῳ προσβαίνοντες θατέρου ἐκπίπτωμεν, καὶ τῇ θεολογίᾳ προσέχοντες τῆς οἰκονομίας καταφρονῶμεν, καὶ γένηται ἡμῖν κατὰ τὸ ἐλλεῖπον ἡ ἀσέβεια.