125
ἁγιωτάτουμεγάλου editi antiqi. Βασιλείου, ᾗ ὑπέγραψεν Εὐστάθιος ὁ Σεβαστείας ἐπίσκοπος. Τοὺς προληφθέντας ἑτέρᾳ πίστεως ὁμολογίᾳ καὶ μετατίθεσθαι πρὸς τὴν τῶν ὀρθῶν συνάφειαν βουλομένους, ἢ καὶ νῦν πρῶτον ἐν τῇ κατηχήσει τοῦ λόγου τῆς ἀληθείας ἐπιθυμοῦντας γενέσθαι, χρὴ τὴν ὑπὸ τῶν μακαρίων πατέρων ἐν τῇ κατὰ Νίκαιάν ποτε συγκροτηθείσῃ συνόδῳ γραφεῖσαν πίστιν. τὸ δὲ αὐτὸ τοῦτο χρήσιμον ἂν εἴη καὶ πρὸς τοὺς ὑπονοουμένους ἐναντίως ἔχειν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ καὶ συσκιάζοντας ἑαυτῶν ἀποφυγαῖς εὐπροσώποις τὸ τῆς κακοδοξίας φρόνημα. καὶ γὰρ καὶ τούτοις αὐτάρκης ἡ ἐγκειμένη πίστις. ἢ γὰρ διορθώσαιντο ἑαυτῶν τὴν ἐν τῷ κρυπτῷ νόσον, ἢ συγκαλύπτοντες αὐτὴνἑαυτήν E. ἐν τῷ βάθει, αὐτοὶ μὲν τὸ κρῖμα τῆς ἀπάτης βαστάσουσιν, ἡμῖν δὲ τὴν ἀπολογίαν κούφην ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως παρασκευάσουσιν, ὅτε ἀποκαλύψει ὁ Κύριος τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. λαμβάνειν τοίνυν αὐτοὺς ὁμολογοῦντας προσήκει, ὅτι πιστεύουσι κατὰ τὰ ῥήματα τὰ ὑπὸ τῶν Πατέρων ἡμῶν ἐκτεθέντα ἐν τῇ Νικαίᾳ καὶ κατὰ τὴν ὑγιῶς ὑπὸ τῶν ῥημάτων τούτων ἐμφαινομένην διάνοιαν.