127
Ἀλλὰ παράσχοι ὁ ἅγιος Θεὸς ἐπιστῆναί σε τοῖς ἡμετέροις τόποις, ὥστε περιπτύξασθαι μὲν τὴν σὴν σεμνοπρέπειαν, διηγήσασθαι δὲ τὰ καθʼ ἕκαστον. πέφυκε γάρ πως τὰ κατὰ τὴν πεῖραν λυπήσαντα ψυχαγωγίαν τινὰτινά om. E ἔχειν ἐν διηγήμασι.πολλήν add. editi antiqi. πλὴν ἀλλʼ ὑπὲρ ὧν τελείως μὲν ὡς πρὸς τὴν εἰς ἡμᾶς ἀγάπην, προηγουμένως δὲ καὶ στιβαρῶς ὡς πρὸς τὴν τῶν κανόνων ἀκρίβειαν ὁ θεοφιλέστατος ἐπίσκοπος ἐκινήθη, ἐπαίνεσον αὐτόν, καὶ εὐχαρίστησον τῷ Κυρίῳ, ὅτι τὰ σὰ θρέμματα πανταχοῦ τὸν χαρακτῆρα τῆς σῆς σεμνότητος δείκνυσιν.
Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάων
128
Ἐγὼ τὴν περὶ τὸ εἰρηνεύεσθαι τὰς ἐκκλησίας τοῦ ΚυρίουΘεοῦ quattuor MSS. σπουδὴν ἔργῳ μὲν ἐνδείξασθαι ἀξίως οὔπω δεδύνημαι, ἐν δὲ τῇ καρδίᾳ μου τοσαύτην ἔχειν ἐπιθυμίαν φημί, ὥστε ἡδέως ἂν καὶ τὴν ζωὴν τὴν ἐμαυτοῦ προέσθαι ὑπὲρ τοῦ τὴν ὑπὸ τοῦ πονηροῦ ἐξαφθεῖσαν φλόγα τοῦ μίσους κατασβεσθῆναι. καὶ εἰ μὴ τῆς ἐπιθυμίας ἕνεκεν τῆς κατὰ τὴν εἰρήνην ἠνεσχόμην ἐγγίσαι τοῖς κατὰ Κολώνειαν τόποις, μὴ εἰρηνευθείη μοιμοῦ E. ἡ ζωή. εἰρήνην μέντοι τὴν ἀληθινὴν τὴν ὑπʼ αὐτοῦ τοῦ Κυρίου καταλειφθεῖσαν ἡμῖν ἐπιζητῶ· καὶ ὃ παρεκάλεσάὃ παρεκάλεσα ὅπερ ἐκάλεσα editi antiqi. μοι εἰς πληροφορίαν ὑπάρξαι, οὐκ ἄλλο τι ἐπιθυμοῦντός ἐστιν ἢ τῆς ἀληθινῆς εἰρήνης, κἂν ἄλλως τινὲς διαστρέφοντες τὴν ἀλήθειαν ἐξηγῶνται. ἐκεῖνοι μὲν οὖν κεχρήσθωσαν ταῖς γλώσσαις αὐτῶν ἐφʼ ἃ βούλονται· πάντως γὰρ αὐτοῖς ποτὲ τῶν ῥημάτων τούτων μεταμελήσει.