128
Οὐ μὴν οὐδὲ παντελῶς μοι δοκεῖ τῶν μὴ δεχομένων τὴν πίστιν ἀλλοτριοῦν ἑαυτούς, ἀλλὰ ποιήσασθαί τινα τῶν ἀνδρῶν ἐπιμέλειαν κατὰ τοὺς παλαιοὺς θεσμοὺς τῆς ἀγάπης, καὶ ἐπιστεῖλαι αὐτοῖς ἀπὸ μιᾶς γνώμης, πᾶσαν παράκλησιν μετʼ εὐσπλαγχνίας προσάγοντας, καὶ τὴν τῶν πατέρων πίστιν προτεινομένους προκαλεῖσθαι αὐτοὺς εἰς συνάφειαν· κἂν μὲν πείσωμεν, κοινῶς αὐτοῖς ἑνωθῆναι· ἐὰν δὲ ἀποτύχωμεν, ἀρκεῖσθαι ἡμᾶς ἀλλήλοις, τὸν δὲ ἐπαμφοτερισμὸν τοῦτον ἐξορίσαι τοῦ ἤθους, ἀναλαβόντας τὴν εὐαγγελικὴν καὶ ἄδολον πολιτείαν, ᾗ συνέζων οἱ ἐξ ἀρχῆς προσελθόντες τῷ λόγῳ. ἦν γάρ, φησί, τῶν πιστευσάντων καρδία καὶ ψυχὴ μία. ἐὰν μὲν οὖν πεισθῶσί σοι, ταῦτα ἄριστα. εἰ δὲ μή, γνωρίσατε τοὺς πολεμοποιούς, καὶ παύσασθε ἡμῖν τοῦ λοιποῦ περὶ διαλλαγῶν ἐπιστέλλοντες.
Μελετίῳ, ἐπισκόπῳ Ἀντιοχείας
129
Ἤιδειν ὅτι ξενίσει τὴν ἀκοὴν τῆς τελειότητός σου τὸ νῦν ἐπιφυὲν ἔγκλημα τῷ πάντα εἰπεῖν εὐκόλῳ Ἀπολιναρίῳ. καὶ γὰρ οὐδὲ αὐτὸς τὸν πρὸ τούτου χρόνον ἤμην ἐπιστάμενος ἔχειν· ἀλλὰ νῦν οἱ Σεβαστηνοὶ διερευνησάμενοί ποθεν αὐτὰ εἰς τὸ μέσον ἤνεγκαν, καὶ περιφέρουσι σύνταγμα, ἐξ οὗ μάλιστα καὶ ἡμᾶς καταδικάζουσιν, ὡς τὰ αὐτὰ φρονοῦντας, ἔχον ῥήσεις τοιαύτας· ὥστε πανταχῆ συνεζευγμένως, μᾶλλον δὲ ἡνωμένως τῇ ἑτερότητι νοεῖν ἀναγκαῖον τὴν πρώτην ταυτότητα, καὶ δευτέραν καὶ τρίτην λέγοντας τὴν αὐτήν. ὅπερ γάρ ἐστι πρώτως ὁ Πατήρ, τοῦτό ἐστι δευτέρως ὁ Υἱός, καὶ τρίτως τὸ Πνεῦμα. αὖθις δὲ ὅπερ ἐστὶ πρώτως τὸ Πνεῦμα τοῦτο δευτέρως τὸν Υἱόν, καθὸ δὴ καὶ ὁ Κύριός ἐστι τὸ Πνεῦμα· καὶ τρίτως τὸν Πατέρα καθὸ δὴ Πνεῦμα ὁ Θεός. καὶ ὡς βιαιότερον σημᾶναισημαίνει E. τὸ ἄρρητον, τὸν Πατέρα πατρικῶς Υἱὸν εἶναι, τὸν δὲ Υἱὸν υἱικῶς Πατέρα. καὶ ὡσαύτως ἐπὶ τοῦ Πνεύματος, καθὸ δὴ εἷς Θεὸς ἡ Τριάς.