129
Ταῦτά ἐστι τὰ θρυλλούμενα, ἃ οὐδέποτε δύναμαι πιστεῦσαι πλάσματα εἶναι τῶν περιφερόντων,προφερόντων editi antiqi. εἰ καὶ ὅτι ἐκ τῆς καθʼ ἡμῶνἡμᾶς E, Regius primus. συκοφαντίας οὐδὲν λογίζομαι αὐτοῖς ἀτόλμητον εἶναι. γράφοντες γάρ τισι τῶν καθʼ ἑαυτούς, καὶ προσθέντεςπροθέντες Coisl. secundus, Reg. secundus. τὴν καθʼ ἡμῶν διαβολήν, ἐπήγαγον ταῦτα, ῥήματα μὲν αἱρετικῶν ὀνομάσαντες,ὀνομάζοντες editi antiqi. τὸν δὲ πατέρα τῆς συγγραφῆς ἀποκρυψάμενοι, ἵνα τοῖς πολλοῖς ἡμεῖς νομισθῶμεν εἶναι οἱ λογογράφοι.ὀλιγογράφοι E. πλὴν ἀλλʼ οὐκ ἂν μέχρι τοῦ καὶμέχρι τοῦ καὶ τοῦ μέχρι E. ῥήματα συνθεῖναι προῆλθεν αὐτῶν ἡ ἐπίνοια, ὥς γε ἐμαυτὸν πείθω. ὅθεν, ὑπὲρ τοῦ καὶ τὴν καθʼ ἡμῶν κρατοῦσαν βλασφημίαν ἀπώσασθαι, καὶ δεῖξαι πᾶσιν, ὡς οὐδὲν ἡμῖν ἐστὶἐστὶ om. E κοινὸν πρὸς τοὺς ἐκεῖνο λέγοντας, ἠναγκάσθημεν μνησθῆναι τοῦ ἀνδρός, ὡς προσεγγίζοντος τῇ ἀσεβείᾳ τοῦ Σαβελλίου. καὶ ταῦτα μὲν εἰς τοσοῦτον.
129
Ἀπὸ δὲ τοῦ στρατοπέδου ἧκέ τις ἀγγέλλων, ἐπὶ τῇ πρώτῃ κινήσει τοῦ κρατοῦντος, ἣν ἐκίνησαν αὐτὸν οἱ τὰς διαβολὰς ἡμῶνἡμῖν editi antiqi. καταχέοντες, γεγενῆσθαί τινα καὶ δευτέραν γνώμην, ὥστε μὴ δοθῆναι ἡμᾶς ἐκδότους τοῖς κατηγόροις, μήτε παραδοθῆναι ἡμᾶς τῷ ἐκείνων θελήματι, ὅπερ ἦν ἐξ ἀρχῆς ὁρισθέν· ἀλλά τινα γενέσθαι τέως ἀναβολήν. ἐὰν οὖν ἢ ταῦτα μένῃ, ἢ τούτων τι δόξῃ φιλανθρωπότερον, σημανοῦμέν σου τῇ θεοσεβείᾳ. ἐὰν δὲ κρατῇ τὰ πρότερα, οὐδὲ τοῦτό σε λήσεται.