8
Καὶ πάλιν, Ὁ Πατήρ μου μείζων μου ἐστί· κέχρηται γὰρ καὶ τούτῳ τῷ ῥητῷ τὰ ἀχάριστα κτίσματα, τὰ τοῦ πονηροῦ γεννήματα. ἐγὼ δὲ καὶ ἐκ ταύτης τῆς φωνῆς τὸ ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ δηλοῦσθαι πεπίστευκα. τὰς γὰρ συγκρίσεις οἶδα κυρίως ἐπὶ τῶν τῆς αὐτῆς φύσεως γινομένας. ἄγγελον γὰρ ἀγγέλου λέγομεν μείζονα, καὶ ἄνθρωπον ἀνθρώπου δικαιότερον, καὶ πτηνὸν πτηνοῦ ταχύτερον. εἰ τοίνυν αἱ συγκρίσεις ἐπὶ τῶν ὁμοειδῶν γίνονται, μείζων δὲ κατὰ σύγκρισιν εἴρηται ὁ Πατὴρ τοῦ Υἱοῦ, ὁμοούσιος τῷ Πατρὶ ὁ Υἱός. ἔστι δέ τις καὶ ἄλλη ἔννοια ἐναποκειμένη τῷ ῥητῷ. τί γὰρ θαυμαστὸν εἰ μείζονα ἑαυτοῦ τὸν Πατέρα ὡμολόγησε, Λόγος ὢν καὶ σὰρξ γεγονώς, ὁπόταν καὶ ἀγγέλων ὤφθη κατὰ τὴν δόξαν ἐλάττων καὶ ἀνθρώπων κατὰ τὸ εἶδος; Ἠλάττωσας γὰρ αὐτόν, φησί, βραχύ τι παρʼ ἀγγέλους· καὶ πάλιν, Τὸν δὲ βραχύ τι παρʼ ἀγγέλους ἠλαττωμένον, καὶ τὸ Εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἐκλεῖπον παρὰ πάντας τοὺςτοὺςom. F. ἀνθρώπους. τούτων δὲ πάντων ἠνέσχετο διὰ τὴν πολλὴν αὐτοῦ περὶ τὸ πλάσμα φιλανθρωπίαν, ἵνα τὸ ἀπολωλὸς πρόβατον ἀνασώσηται καὶ τὸ σωθὲν καταμίξῃ καὶ τὸν κατελθόντα ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, καὶ διὰ τοῦτο περιπεσόντα λῃσταῖς, εἰς τὴν οἰκείαν ὑγιαίνοντα πάλιν ἐπαναγάγῃ πατρίδα.
8
Ἢ καὶ τὴν φάτνην αὐτῷ ὀνειδίσειὁ add. F. αἱρετικός, δι’ ἧς ἄλογος ὢν ἐτράφη ὑπὸ τοῦ Λόγου; καὶ τὴν πενίαν προοίσει, ὅτι κλινιδίου οὐκ ηὐπόρησεν ὁ τοῦτοῦom. F. τέκτονος υἱός; διὰ τοῦτο Πατρὸς ἐλάττων ὁ Υἱός, ὅτι διὰ σὲ γέγονε νεκρός, ἵνα σε τῆς νεκρότητος ἀπαλλάξῃ καὶ ζωῆς μέτοχον ἐπουρανίου ποιήσῃ; ὥσπερ ἄν, εἴ τις καὶ τὸν ἰατρὸν αἰτιῷτο, ὅτι συγκύπτων ἐπὶ τὰ πάθη τῆς δυσωδίας συναπολαύῃ, ἵνα τοὺς πεπονθότας ἰάσηται.