8
Διὰ σὲ καὶ τὴν ὥραν καὶ τὴν ἡμέραν τῆς κρίσεως ἀγνοεῖ· καίτοι οὐδὲν λανθάνει τὴν ὄντως σοφίαν, Πάντα γὰρ δι’ αὐτῆς ἐγένετο, οὐδεὶς δὲοὐδὲ F. ἀνθρώπων πώποτε ὃ πεποίηκεν ἀγνοεῖ. ἀλλὰ τοῦτο οἰκονομεῖ διὰ τὴν σὴν ἀσθένειαν, ἵνα μήτε τῷ στενῷ τῆς προθεσμίας οἱ ἁμαρτήσαντες τῇ ἀθυμίᾳ καταπέσωσιν, ὡς οὐχ ὑπολελειμμένου καιροῦ μετανοίας, μηδʼ οὖ πάλιν οἱ πολεμοῦντες μακρὰν τῇ ἀντικειμένῃ δυνάμει διὰ τὸ μῆκος τοῦ χρόνου λειποτακτήσωσιν. ἑκατέρους τοίνυν διὰ τῆς προσποιητῆς ἀγνοίας οἰκονομεῖ· τῷ μὲν διὰ τὸν καλὸν ἀγῶνα συντέμνων τὸν χρόνον, τῷ δὲ διὰ τὰς ἁμαρτίας καιρὸν μετανοίας ταμιευόμενος. καίτοι ἐν τοῖς Εὐαγγελίοις ἑαυτὸν συγκαταριθμήσας τοῖς ἀγνοοῦσι διὰ τὴν τῶν πολλῶν, ὡς ἔφην, ἀσθένειαν· ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, ὡς τελείοις κατʼ ἰδίαν διαλεγόμενος, καθʼ ὑπεξαίρεσιν ἑαυτοῦ φησίν, Οὐχ ὑμῶν ἐστὶ γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ.
8
Καὶ ταῦτα μὲν κατὰ τὴν προτέραν ἐπιβολὴν εἰρήσθω παχύτερον. ἤδη δὲ ἐξεταστέον ὑψηλότερον τὴν διάνοιαν τοῦ ῥητοῦ καὶ κρουστέον τὴν θύραν τῆς γνώσεως, εἴ πως δυνηθείην ἐξεγεῖραι τὸν οἰκοδεσπότην, τὸν τοὺς πνευματικοὺς ἄρτους διδόντα τοῖς αἰτοῦσιν αὐτόν, ἐπειδὴ φίλοι καὶ ἀδελφοί εἰσιν οὓς ἑστιᾶσαι σπουδάζομεν.