141
Τί δʼ ἂν ποιήσαιμι μόνος, τῶν κανόνων, ὡς καὶ αὐτὸς οἶδας, ἐνὶ τὰς τοιαύτας οἰκονομίας μὴ συγχωρούντων; καίτοι τίνα θεραπείαν οὐκ ἐθεράπευσα; ποίου κρίματος αὐτοὺς οὐκ ἀνέμνησα τὰ μὲν διὰ γραμμάτων, τὰ δὲ καὶ διὰ τῆς συντυχίας; ἦλθον γὰρ καὶ μέχρι τῆςτῆς om. E πόλεως κατὰ ἀκοὴν τοῦ ἐμοῦ θανάτου. ἐπεὶ δὲ ἔδοξε τῷ Θεῷ ζῶντας ἡμᾶς παρʼ αὐτῶν καταληφθῆναι, διελέχθημεν αὐτοῖς τὰ εἰκότα. καὶ παρόντα μὲν αἰδοῦνται, καὶ ὑπισχνοῦνται τὰ εἰκότα πάντα, ἀπολειφθέντες δὲ πάλιν πρὸς τὴν ἑαυτῶν ἀνατρέχουσι γνώμην. ταῦτα καὶ ἡμεῖς τῆς κοινῆς καταστάσεως τῶν πραγμάτων ἀπολαύομεν, προδήλως τοῦ Κυρίου ἐγκαταλιπόντος ἡμᾶς, τοὺς διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψύξαντας τὴν ἀγάπην. ἀλλὰ πρὸς πάντα ἡμῖν ἀρκεσάτω ἡ μεγάλη σου καὶ δυνατωτάτη πρὸς Θεὸν ἱκεσία. τάχα γὰρ ἂν ἢ γενοίμεθά τι τοῖς πράγμασι χρήσιμοι, ἢ διαμαρτόντεςδιαμαρτάνοντες editi antiqi. τῶν σπουδαζομένων, φύγοιμεν τὴν κατάκρισιν.
Νουμεραρίῳ ἐπάρχωνἐπαρχιῶν Reg. secundus, Coisl. secundus.
142
Συνήγαγον μὲνσυνήγαγον μὲν συνηγάγομεν E, Reg. secundus. πάντας ἐν τῇ συνόδῳ τοῦ μακαρίου μάρτυρος Εὐψυχίου τοὺς ἀδελφοὺς ἡμῶν τοὺς χωρεπισκόπους, ὥστε γνωρίμους ποιῆσαι τῇ τιμιότητί σου. ἐπεὶ δὲ ἀπελείφθης, διὰ γραμμάτων αὐτοὺς ἀναγκαῖόν ἐστι προσαχθῆναί σου τῇ τελειότητι. γνώριζε τοίνυν τὸν ἀδελφὸν τόνδε ἄξιον ὄντα τοῦ πιστεύεσθαι παρὰ τῆς σῆς φρονήσεως διὰ τὸν φόβον τοῦ Κυρίου. καὶ ἅπερ ἂν τῶν πτωχῶν ἕνεκεν ἀναφέρῃ σου τῇ ἀγαθῇ προαιρέσει, καταξίωσον ὡς ἀληθεύοντι πείθεσθαι καὶ τὴν δυνατὴν ἐπικουρίαν παρέχεσθαι τοῖς καταπονουμένοις. καταξιώσεις δὲ δηλονότι καὶ πτωχοτροφίαν τῆς συμμορίας τῆς ὑπʼ αὐτὸν ἐπισκέψασθαι καὶ πάντη ἀνεῖναι τῆς συντελείας. τοῦτο γὰρ ἤδη καὶ τῷ ἑταίρῳ σου συνήρεσε τὴν μικρὰν κτῆσιν τῶν πενήτων ἀλειτουργητον καταστῆσαι.
Ἑτέρῳ νουμεραρίῳ