148
Πολλὴν φέρει τοῖς καταπονουμένοις παραμυθίαν καὶ τὸ ἔχειν ἀποδύρασθαι τὰς ἑαυτῶν συμφοράς, καὶ μάλιστα ὅταν ἀνδρῶν ἐπιτύχωσι δυναμένων ἐκ τῆς τοῦ τρόπου καλοκἀγαθίας συμπαθῆσαι τοῖς ἀλγεινοῖς. ὅθεν καὶ ὁ αἰδεσιμώτατος ἀδελφὸς Μάξιμος, ὁ τῆς πατρίδος ἡμῶν ἡγησάμενος, παθὼν οἷα οὐδέπωοὔπω E. editi antiqi. τις ἀνθρώπων ἕτερος, καὶ πάντων μὲν γυμνωθεὶς τῶν προσόντων, ὅσα τε ἦν αὐτῷ πατρῷα καὶ ὅσα ἐκ προτέρων πόνων ὑπῆρχεὑπῆρχε om. E συνειλεγμένα, κακοπαθήσας δὲ τῷ σώματι μυρία ταῖς ἄνω καὶ κάτω πλάναις, καὶ οὐδὲ αὐτὴν τὴν ἐπιτιμίαν ἀνεπηρέαστον διασώσας, ἧς ἕνεκα πάντα πονεῖν τοῖς ἐλευθέροις σύνηθες, πολλὰ μὲν πρὸς ἡμᾶςὑμᾶς E. περὶ τῶν συμβάντων αὐτῷ ἀπωλοφύρατο, ἠξίωσε δὲ δι’ ἡμῶν ὡς ἐν κεφαλαίῳ φανερὰν γενέσθαι σοι τὴν περιστᾶσαν αὐτῷ τῶν κακῶν Ἰλιάδα. κἀγώ, ἐπειδὴ ἄλλως οὐδὲν ἀφελεῖν αὐτοῦ τῶν δεινῶν ἠδυνήθην, ἑτοίμως ταύτην ἔδωκα τὴν χάριν· τὸ ὀλίγα ἐκ πολλῶν ὧν ἤκουσα παρʼ αὐτοῦ διαγγεῖλαι τῇ κοσμιότητί σου, ἐπειδὴ αὐτὸς ἐρυθριᾷν μοι ἐδόκει τὰς ἑαυτοῦ συμφορὰς ἐναργῶς διηγήσασθαι.
148
Εἰ γὰρ καὶ οὐοὐ add. Capps. πονηρὸν τὸν ἠδικηκότα συνίστησι τὰ γενόμενα,γεγονότα editi antiqi. ἀλλʼ οὖν γε τὸν πεπονθότα τῆς ἐλεεινοτάτης ὄντα μερίδος δείκνυσιν, ἐπειδὴ αὐτὸ τὸ περιπεσεῖν τοῖς θεηλάτοις κακοῖς ἀπόδειξίν πως ἔχειν δοκεῖ τοῦ παραδεδόσθαι τοῖς πάθεσιν. ἀλλʼ ἀρκεῖ αὐτῷ πρὸς παραμυθίαν τῶν συμβάντων τὸ εὐμενεῖ αὐτὸν προσβλέψαι τῷ ὄμματί σε καὶ τὴν πολυαρκῆ χάριν, ἧς πάντες ἀπολαύοντες δαπανᾷν οὐ δύνανται, τὴν τῆς σῆς ἡμερότητος λέγω, καὶ ἐπʼ αὐτὸν ἀφεθῆναι. ὅτι δὲ καὶ ἐν δικαστηρίοις μεγάλη αὐτῷ ἀφορμὴ πρὸς τὴν νίκην ἡ παρὰ σοῦ ῥοπή, πάντες ἀκριβῶς πεπείσμεθα. δικαιότατος δὲ πάντων καὶ αὐτὸς οὗτος, ὁ τὴν ἐπιστολὴν ἡμῶν, ὥς τι ὄφελος αὐτῷ ἐσομένην, ἐπιζητήσας· ὃν μετὰ τῶν ἄλλων ἴδοιμεν τῇ κατὰ δύναμιν αὐτοῦαὐτοῦ om. E φωνῇ τὴν σὴν εὐφημοῦντα σεμνότητα.
Τραϊανῷ