150
Ἐγὼ καὶ τῶν ὁμιληθέντων ἡμῖν πρὸς ἀλλήλους ποτὲ μέμνημαι, καὶ ὧν τε αὐτὸς εἶπον, ὧν τε ἤκουσα παρὰ τῆς εὐγενείας σου, οὐκ ἐπιλέλησμαι. καὶ νῦν βίος μέν με δημόσιος οὐ κατέχει. εἰ γὰρ καὶ τῇ καρδίᾳ ὁ αὐτός εἰμι καὶ οὔπω τὸν παλαιὸν ἀπεδυσάμην ἄνθρωπον, πλὴν τῷ γε σχήματι, καὶ τῷ μακρὰν ἐμαυτὸν ποιῆσαι τῶν τοῦ βίου πραγμάτων, ἔδοξα λοιπὸν οἷον ἐπιβεβηκέναι τῆς ὁδοῦ τῆς κατὰ Χριστὸν πολιτείας. καθέζομαι δὲ ἐπʼ ἐμαυτοῦ, ὥσπερ οἱ εἰς πέλαγος ἀφιέναι μέλλοντες ἀποσκοπεύωνσκοπεύων E. τὸ μέλλον. οἱ μὲν γὰρ πλέοντες ἀνέμων χρῄζουσι πρὸς τὴν εὔπλοιαν, ἡμεῖς δὲ τοῦ χειραγωγήσοντος ἡμᾶς καὶ ἀσφαλῶς διὰ τῶν ἁλμυρῶν κυμάτων τοῦ βίου παραπέμψοντος. χρῄζειν γὰρ ἐμαυτὸν λογίζομαι πρῶτον μὲν χαλινοῦ πρὸς τὴν νεότητα, ἔπειτα κέντρων πρὸς τὸν δρόμον τῆς εὐσεβείας. τούτων δὲ πρόξενος λόγοςτις add. E. δηλονότι, νῦν μὲν παιδαγωγῶν ἡμῶν τὸ ἄτακτον, νῦν δὲ τὸ νωθρὸν τῆς ψυχῆς διεγείρων. πάλιν μοι χρεία φαρμάκων ἑτέρων, ὥστε τὸν ἐκ τῆς συνηθείας ἀποπλύνασθαι ῥύπον. οἶδας γὰρ ὅτι ἡμεῖς, οἱ πολὺν χρόνον ἐνεθισθέντες τῇ ἀγορᾷ, ἀφειδῶς μὲν ἔχομεν τῶν ῥημάτων, ἀφυλάκτως δὲ πρὸς τὰς ἐν τῇ διανοίᾳ συνισταμένας ἐκ τοῦ πονηροῦτοῦ πονηροῦ τῆς πονηρίας quinque MSS. φαντασίας. ἡττήμεθα δὲ καὶ τιμῆς καὶ τὸ ἐφʼ ἑαυτοῖς τι φρονεῖν οὐ ῥᾳδίως ἀποτιθέμεθα. πρὸς ταῦτα μεγάλου μοι δεῖν καὶ ἐμπείρου λογίζομαι διδασκάλου. ἔπειτα μέντοι καὶ τὸν ὀφθαλμὸν τῆς ψυχῆς ἀποκαθαρθῆναι, ὥστε πᾶσαν τὴν ἀπὸ τῆς ἀγνοίας ἐπισκότησιν, οἱονεί τινα λήμην, ἀφαιρεθέντα, δύνασθαι ἐνατενίζειν τῷ κάλλει τῆς δόξης τοῦ Θεοῦ, οὐ μικροῦ ἔργου κρίνω, οὐδʼ ἐπʼ ὀλίγον τὴν ὠφέλειαν φέρειν.