8
Οἱ ἅγιοι μαθηταὶ τοῦ Σωτῆρος ἡμῶν ἐπέκεινα θεωρίας, ὡς ἔνι ἀνθρώποις, ἐλθόντες καὶ καθαρθέντες ἀπὸ τοῦ λόγου, τὸ τέλος ἐπιζητοῦσι καὶ τὴν ἐσχάτην μακαριότητα γνῶναι ποθοῦσιν, ὅπερ ἀγνοεῖν καὶ τοὺς ἀγγέλους αὐτοῦ καὶ αὐτὸν ὁ Κύριος ἡμῶν ἀπεφήνατο· ἡμέραν μὲν λέγων πᾶσαν τὴν ἀκριβῆ κατάληψιν τῶν ἐπινοίων τοῦ Θεοῦ, ὥραν δὲ τὴν ἑνάδος καὶ μονάδος θεωρίαν, ὧν τὴν εἴδησιν μόνῳ προσένειμε τῷ Πατρί. ὑπονοῶ τοίνυν ὅτι ἐκεῖνο λέγεται περὶ ἑαυτοῦ εἰδέναι ὁ Θεὸς ὅπερ ἐστί, κἀκεῖνο μὴ εἰδέναι, ὅπερ οὔκ ἐστι. δικαιοσύνην μὲν γὰρ καὶ σοφίαν λέγεται εἰδέναι ὁ Θεός, αὐτοδικαιοσύνη καὶ σοφία ὑπάρχων, ἀδικίαν δὲ καὶ πονηρίαν ἀγνοεῖν· οὐ γάρ ἐστιν ἀδικία καὶ πονηρία ὁ κτίσας ἡμᾶς Θεός. εἰ τοίνυν ἐκεῖνο λέγεται περὶ ἑαυτοῦ εἰδέναι ὁ Θεὸς ὅπερ ἐστί, κἀκεῖνο μὴ εἰδέναι ὅπερ οὐκ ἔστιν (οὐκ ἔστι δὲ ὁ Κύριος ἡμῶν κατὰ τὴν τῆς ἐνανθρωπήσεως ἐπίνοιαν καὶ παχυτέραν διδασκαλίαν τὸ ἔσχατον ὀρεκτόν), οὐκ ἄρα οἶδεν ὁ Σωτὴρ ἡμῶν τὸ τέλος καὶ τὴν ἐσχάτην μακαριότητα. ἀλλʼ οὐδὲ οἱ ἄγγελοι, φησίν, ἴσασι· τουτέστιν, οὐδὲ ἡ ἐν αὐτοῖς θεωρία καὶ οἱ λόγοι τῶν διακονιῶν εἰσὶ τὸ ἔσχατον ὀρεκτόν. παχεῖα γὰρ καὶ τούτων ἡ γνῶσις συγκρίσει τοῦ πρόσωπον πρὸς πρόσωπον.