153
Ὁσάκις ἂν ἡμῖν ὑπάρξῃ γράμμασιν ἐντυχεῖν τῆς κοσμιότητός σου, τοσαυτάκις χάριν ὁμολογοῦμεν τῷ Θεῷ, ὅτι διαμένεις καὶ μεμνημένος ἡμῶν καὶ ὑπʼ οὐδεμιᾶς διαβολῆς τὴν ἀγάπην ἐλαττῶν, ἣν ἅπαξ κρίσει τῇ ὀρθοτάτῃ ἢ συνηθείᾳ χρηστῇ ἀναλαβεῖν κατεδέξω. εὐχόμεθα οὖν τῷ ἁγίῳ Θεῷ καὶ σὲ διαμεῖναι ἐν τῇ ὁμοίᾳ πρὸς ἡμᾶς διαθέσει, καὶ ἡμᾶς ἀξίους εἶναι τῆς παρὰ σοῦ τιμῆς, ἣν τιμᾷς ἡμᾶς διὰ τοῦ γράμματος.
Ἀσχολίῳ, ἐπισκόπῳ ΘεσσαλονίκηςἈσχολίῳ μονάζοντι καὶ πρεσβυτέρῳ Coisl. secundus, Reg. secundus, Vat. et Paris. Ἀσχολίῳ μονάζοντι Reg. primus, Bigot.
154
Καλῶς ἐποίησας, καὶ κατὰ τὸν τῆς πνευματικῆς ἀγάπης νόμον, κατάρξας τῶν πρὸς ἡμᾶς γραμμάτων καὶ τῷ ἀγαθῷ ὑποδείγματι πρὸς τὸν ὅμοιον ζῆλον ἡμᾶς ἐκκαλεσάμενος. καὶ γὰρ ἡ μὲν τοῦ κόσμου φιλία ὀφθαλμῶν δεῖται καὶ συντυχίας, ὥστε ἐκεῖθεν ἀρχὴν τῆς συνηθείας γενέσθαι, οἱ δὲ πνευματικῶς ἀγαπᾷν εἰδότες οὐ τῇ σαρκὶ προξένῳ κέχρηνται τῆς φιλίας, ἀλλὰ τῇ τῆς πίστεως κοινωνίᾳ πρὸς τὴν πνευματικὴν συνάφειαν ἄγονται. χάρις οὖν τῷ Κυρίῳ τῷ παρακαλέσαντι ἡμῶν τὰς καρδίας ἐν τῷ δεῖξαιἐκ τοῦ δεῖξαι editi antiqi. ὅτι οὐκ ἐν πᾶσι κατέψυκται ἡ ἀγάπη, ἀλλʼ εἰσί που τῆς οἰκουμένης οἱ τῆς Χριστοῦ μαθητείας τὸν χαρακτῆρα δεικνύντες. καὶ τοίνυν ἔδοξέ μοι τὸ καθʼ ὑμᾶς ἐοικέναι πρᾶγμα ἄστροις ἐν νυκτερινῇ συναφείᾳ·συννεφείᾳ E. ἄλλοις κατʼ ἄλλα μέρη τοῦ οὐρανοῦ διαλάμπουσιν, ὧν χαρίεσσα μὲν ἡ λαμπρότης, χαριέστερον δὲ δήπου τὸ ἀπροσδόκητον. τοιοῦτοι δὲ καὶ ὑμεῖς οἱ τῶν ἐκκλησιῶν φωστῆρες, ὀλίγοι παντελῶς καὶ εὐαρίθμητοι ἐν τῇ σκυθρωπῇ ταύτῃ καταστάσει, οἷον ἐν σκοτομήνῃ διαφαινόμενοι, πρὸς τῷ ἐκ τῆς ἀρετῆς χαρίεντι, ἔτι καὶ τῷ σπανίῳ τῆς εὑρέσεως τὸ περιπόθητον ἔχοντες.