154
Ἐγνώρισε δέ σου τὴν διάθεσιν ἡμῖν τὸ γράμμα αὐτάρκως. εἰ γὰρ καὶ μικρὸν ἦν τῷ πλήθει τῶν συλλαβῶν, ἀλλὰ τῇ γε ὀρθότητι τῆς διανοίας ἀρκοῦσαν ἡμῖν τῆς προαιρέσεως τὴν ἀπόδειξιν ἔδωκε. τὸ γὰρ περὶ τὸν μακαριώτατον Ἀθανάσιον ἐσπουδακέναι δεῖγμα ἐναργέστατον τοῦ ὑγιῶςἁγίως editi antiqi. ἔχειν περὶ τὰ μέγιστα. ἀντὶ οὖν τῆς ἐπὶ τοῖς γράμμασιν εὐφροσύνης πολλὴν οἴδαμεν χάριν τῷ τιμιωτάτῳ υἱῷ ἡμῶν Εὐφημίῳ· ᾧ καὶ αὐτὸς εὔχομαι πᾶσαν ὑπάρχειν βοήθειαν ἐξ ἁγίου· καὶ σὲ συνεύχεσθαι ἡμῖν παρακαλῶ, ὅπως ἂν ἀπολάβοιμεν αὐτὸν ἐν τάχει μετὰ τῆς κοσμιωτάτης ὁμόζυγοςσυζύγου editi antiqi. αὐτοῦ, θυγατρὸς δὲ ἡμῶν ἐν Κυρίῳ. παρακλήθητι δὲ καὶ αὐτὸς μὴ ἐν προοιμίοις ἡμῖν στῆσαι τὴν εὐφροσύνην, ἀλλὰ διὰ τῆς ἀεὶ παραπιπτούσης προφάσεως ἐπιστέλλειν καὶ τὴν πρὸς ἡμᾶς διάθεσιν τῷ πυκνῷ τῆς ὁμιλίας αὔξειν, καὶ τὰ περὶ τῶν αὐτοῦσαυτοῦ editi antiqi. ἐκκλησιῶν, ὅπως ἔχει κατὰ τὴν συμφωνίαν, σημαίνειν· περὶ δὲτε E. τῶν ἐνταῦθα προσεύχεσθαι, ὥστε γενέσθαι καὶ παρʼ ἡμῖν γαλήνην μεγάλην, ἐπιτιμήσαντος τοῦ Κυρίου ἡμῶν τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ.
Ἀνεπίγραφος ἐπὶ ἀλείπτῃ
155
Πρὸς πολλὰς τὰς διὰ τῆς ἐπιστολῆς ἣν πρώτην καὶ μόνην κατηξίωσεν ἡμῖν ἡ εὐγένειά σου διαπέμψασθαι ἐγγεγραμμένας κατηγορίας ἀπορῶἀπορῶν E. ἀπολογήσασθαι, οὐ διὰ τὴν τοῦ δικαίου ἔνδειαν, ἀλλὰ διὰ τὸ ἐν πλήθει τῶν ἐπιφερομένων δύσκολον εἶναι τῶν καιριωτέρων τὴν προτίμησιν, καὶ ὅθεν δεῖ πρῶτον ἡμᾶς ἄρξασθαι τῆς θεραπείας. ἢ τάχα δεῖ αὐτῇδεῖ αὐτῇ δι’ αὐτήν E. τῇ τάξει τῶν γεγραμμένων χρησαμένους ὁδῷ πρὸς ἕκαστον ἀπαντᾷν.