156
Τοσοῦτον ἀπέσχον τοῦ δυσχερᾶναι πρὸς τὸ μῆκος τῶν γραμμάτων, ὥστε καὶ μικρά μοι ἔδοξεν εἶναι ἡ ἐπιστολὴ ὑπὸ τῆς κατὰ τὴν ἀνάγνωσιν ἡδονῆς. τί γὰρ ἥδιον ἄκουσμα τοῦ τῆς εἰρήνης ὀνόματος; ἢἤ om. Harl., Med. τί τοῦ ὑπὲρ τῶν τοιούτων βουλεύεσθαι ἱεροπρεπέστερον καὶ μᾶλλον τῷ Κυρίῳ κεχαρισμένον; σοὶ μὲν οὖν παράσχοι ὁ Κύριος τὸν μισθὸν τῆς εἰρηνοποιίας, οὕτω καλῶς προαιρουμένῳ καὶ σπουδαίως ἐγκειμένῳ πράγματι μακαριστῷ. ἡμᾶς δὲ νόμιζε, τιμία κεφαλή, ἕνεκαἕνεκεν E. μὲν τοῦ προῃρῆσθαι καὶ εὔχεσθαι ἰδεῖν ποτὲ τὴν ἡμέραν ἐν ᾗ πάντες τὸν αὐτὸν πληρώσουσι σύλλογον, οἱ ταῖς διανοίαις ἀλλήλων μὴ ἀπεσχισμένοι, μηδενὶ παραχωρεῖν τῶν εἰς τὴν σπουδὴν τούτων πρωτείων. καὶ γὰρ ἂν εἴημεν ὡς ἀληθῶς πάντων ἀνθρώπων ἀτοπώτατοι, σχίσμασι καὶ κατατομαῖς ἐκκλησιῶν ἐφηδόμενοι,ἐνηδόμενοι Harl., Reg. secundus. καὶ μὴ τὴν συνάφειαν τῶν μελῶν τοῦ σώματος τοῦ Χριστοῦ τὸ μέγιστον τῶν ἀγαθῶν τιθέμενοι. ὅσον μέντοι τῆς ἐπιθυμίας ἡμῖν περίεστι, τοσοῦτον γίνωσκε τῆς δυνάμεως ἐνδεῖν. οὐ γὰρ ἀγνοεῖ σου ἡ τελεία φρόνησις, ὅτι τὰ χρόνῳ κρατυνθέντα πάθη πρῶτον μὲν χρόνου δεῖται πρὸς τὴν διόρθωσιν, ἔπειτα ἰσχυρᾶς καὶ εὐτονωτέρας ἀγωγῆς,διαγωγῆς editi antiqi. εἰ μέλλοιμέλοι E. τις τοῦ βάθους αὐτοῦ καθικνεῖσθαι, ὥστε πρόρριζα ἐξελεῖν τῶν καμνόντων τὰ ἀρρωστήματα. οἶδας δὲ ὃ λέγω, καὶ εἰ δεῖ τρανότερον εἰπεῖν, οὐδεὶς ὁ φόβος.