157
Πῶς οἴει βαρέως ἤνεγκα διαμαρτών σου τῆς συντυχίας κατὰ τὸ θέρος; καίτοι οὐδὲ ἡ τῶνἡ τῶν ἐτῶν E. ἄλλων τοιαύτη γέγονεν, ὥστε μέχρι κόρου ἡμῖν προελθεῖν· ἀλλʼ οὖν καὶ ὄναρ ἰδεῖν τὰ ποθούμενα φέρει τινὰ τοῖς ἀγαπῶσι παραμυθίαν. σὺ δὲ οὐδὲ ἐπιστέλλεις, οὕτως ἀργὸς εἶ, ὥστε μηδὲ τὴν ὑπόλειψινἀπόλειψιν E. ἄλλῃ τινὶ αἰτίᾳ μᾶλλον ἢ τῷ ἀργῶς ἔχειν πρὸς τὰς ὑπὲρ τῆς ἀγάπης ἀποδημίας λογίζεσθαι. ἀλλὰ τοῦτο μὲν πεπαύσθω ἡμῖν. εὔχου δὲ ὑπὲρ ἡμῶν καὶ παρακάλει τὸν Κύριον μὴ ἐγκαταλιπεῖν ἡμᾶς, ἀλλʼ ὡς ἐκ τῶν ἐπελθόντων παρήγαγεν ἡμᾶς πειρασμῶν, οὕτω καὶ ἐκ τῶν προσδοκωμένων ῥύσασθαι εἰς δόξαν τοῦ ὀνόματος αὐτοῦ, ἐφʼ ᾧ ἠλπίσαμεν.
Ἀντιόχῳ
158
Ἐπειδὴ ἀντέστησάν μοι αἱ ἁμαρτίαι μου πρὸς τὸ μὴ δυνηθῆναί με ἣν πάλαι εἶχον ἐπιθυμίαν τῆς ὑμετέρας συντυχίας ἀγαγεῖν εἰς πέρας, γράμμασι γοῦν παραμυθοῦμαι τὴν ἀπόλειψιν· καὶ παρακαλοῦμενὑμᾶς add. editi antiqi. μὴ διαλιπεῖνδιαλείπειν editi antiqi. μεμνημένους ἡμῶν ἐν ταῖς προσευχαῖς, ἵνα, ἐὰν ζῶμεν, καταξιωθῶμεν ὑμῶν ἀπολαῦσαι, εἰ δὲ μή, διὰ τῆς βοηθείας τῶν προσευχῶν ὑμῶν μετὰ ἀγαθῆς ἐλπίδος μεταναστεύσωμενμεταστῶμεν editi antiqi. ἀπὸ τοῦ κόσμου τούτου. τὸν δὲ ἀδελφὸν τὸν ἐπὶ ταῖς καμήλοιςταῖς καμήλοις τὰς καμήλους editi antiqi. παρατιθέμεθα ὑμῖν.
Εὐπατερίῳ,Εὐπατρίῳ E, Med. καὶ τῇ θυγατρί