159
Ταῦτα, ὥσπερ ἐν κεφαλαίῳ, ἀρκούντως τῇ εὐλαβείᾳ ὑμῶν εἰρήσθω. ἀπὸ γὰρ μικρῶν σπερμάτων γεωργήσετε τὸ πλεῖον τῆς εὐσεβείας, συνεργοῦντος ὑμῖνἡμῖν Harl. τοῦ ἁγίου Πνεύματος. δίδου γὰρ σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται. τὴν δὲ τελειοτέραν διδασκαλίαν εἰς τὴν κατʼ ὀφθαλμοὺς συντυχίαν ὑπερθησόμεθα, δι’ ἧς καὶ τὰ ἀντικείμενα ἐπιλύσασθαι, καὶ πλατυτέρας τὰς ἐκ τῶν Γραφῶν παρασχέσθαι μαρτυρίας, καὶ πάντα τύπον τὸν ὑγιῆ τῆς πίστεως βεβαιώσασθαι δυνατόν. τὸ δὲ νῦν ἔχον συγγνώμην νείματε τῇ βραχύτητι. καὶ γὰρ οὐδʼ ἂν ἐπέστειλα τὴν ἀρχήν, εἰ μὴ μείζονα ἡγούμην τὴν βλάβην ἀρνήσασθαι τὴν αἴτησιν παντελῶς, ἢ ἐλλιπῶς παρασχέσθαι.
Διοδώρῳ
160
Ἀφίκετο ἡμῖν γράμματα τὴν ἐπιγραφὴν ἔχοντα Διοδώρου, τὰ δὲ ἐφεξῆς ἄλλου τινὸς πρέποντα εἶναι μᾶλλον ἢ Διοδώρου. δοκεῖ γάρ μοί τις τῶν τεχνικῶν,τις τῶν τεχνικῶν τάχα τις τῶν βαναύσων τεχνιτῶν Harl. τὸ σὸν πρόσωπον ὑποδύς, οὕτως ἑαυτὸν ἀξιόπιστον ἐθελῆσαι ποιῆσαι τοῖς ἀκροωμένοις. ὅς γε, ἐρωτηθεὶς ὑπό τινος, εἰ θεμιτὸν αὐτῷαὐτόν editi antiqi. πρὸς γάμον ἀγαγέσθαι τῆς γυναικὸς τελευτησάσης τὴν ἀδελφήν, οὐκ ἔφριξε τὴν ἐρώτησιν, ἀλλὰ καὶ πράως ἤνεγκε τὴν ἀκοήν, καὶ τὸ ἀσελγὲς ἐπιθύμημα πάνυ γενναίωςαὐτῷ add. editi antiqi. καὶ ἀγωνιστικῶς συγκατέπραξεν. εἰ μὲν οὖν παρῆν μοι τὸ γράμμα, αὐτὸ ἂν ἀπέστειλα καὶ ἐξήρκειςἐξήρκει editi antiqi. σαυτῷ τε ἀμῦναι καὶ τῇ ἀληθείᾳ. ἐπεὶ δὲ ὁ δείξας πάλιν ἀφείλετο καὶ ὥσπερ τι τρόπαιον καθʼ ἡμῶν περιέφερε, κεκωλυκότων τὸ ἐξ ἀρχῆς, ἔγγραφον ἔχειν λέγων τὴν ἐξουσίαν, ἐπέστειλα νῦν σοι, ὥστε διπλῇ τῇ χειρὶ ἡμᾶς ἐλθεῖν ἐπὶ τὸν νόθον ἐκεῖνον λόγον καὶ μηδεμίαν αὐτῷ ἰσχὺν καταλιπεῖν, ἵνα μὴ ἔχῃ βλάπτειν ῥᾳδίως τοὺς ἐντυγχάνοντας.