160
Ἐγὼ δὲ οὐδὲ σεσιωπῆσθαι τὸ μέρος τοῦτό φημι, ἀλλὰ καὶ πάνυ σφοδρῶς ἀπηγορευκέναι τὸν νομοθέτην. τὸ γάρ. Οὐκ εἰσελεύσῃ πρὸς πάντα οἰκεῖον σαρκός σου, ἀποκαλύψαι ἀσχημοσύνην αὐτῶν, ἐμπεριεκτικόν ἐστι καὶ τούτου τοῦ εἴδους τῆς οἰκειότητος. τί γὰρ ἂν γένοιτο οἰκειότερον ἀνδρὶ τῆς ἑαυτοῦ γυναικός, μᾶλλον δὲ τῆς ἑαυτοῦ σαρκός; οὐ γὰρ ἔτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία. ὥστε διὰ τῆς γυναικὸς ἡ ἀδελφὴ πρὸς τὴν τοῦ ἀνδρὸς οἰκειότητα μεταβαίνει. ὡς γὰρ μητέρα γυναικὸς οὐ λήψεται, οὐδὲ θυγατέρα τῆς γυναικός, διότι μηδὲ τὴν ἑαυτοῦ μητέρα, μηδὲ τὴν ἑαυτοῦ θυγατέρα, οὕτως οὐδʼ ἀδελφὴν γυναικός, διότι μηδὲ ἀδελφὴν ἑαυτοῦ. καὶ τὸ ἀνάπαλιν, οὐδὲ τῇ γυναικὶ ἐξέσται τοῖς οἰκείοις τοῦ ἀνδρὸς συνοικεῖν. κοινὰ γὰρ ἐπʼ ἀμφοτέρων τῆς συγγενείας τὰ δίκαια. ἐγὼ δὲ παντὶ τῷ περὶ γάμου βουλευομένῳ διαμαρτύρομαι, ὅτι παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου, καὶ ὁ καιρὸς συνεσταλμένος ἐστίν, Ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν. ἐὰν δέ μοι παραναγινώσκῃ τὸ Αὐξάνεσθε καὶ πληθύνεσθε, καταγελῶ τοῦ τῶν νομοθεσιῶν τοὺς καιροὺς μὴ διακρίνοντος. πορνείας παραμυθία ὁ δεύτερος γάμος, οὐκ ἐφόδιον εἰς ἀσέλγειαν. εἰ οὐκ ἐγκαρτερεύονται, γαμησάτωσαν, φησίν, οὐχὶ δὲδέ om. E καὶ γαμοῦντες παρανομείτωσαν.
160
Οἱ δὲ οὐδὲ πρὸς τὴν φύσιν ἀποβλέπουσιν οἱ τὴν ψυχὴν λημῶντες τῷ πάθει τῆς ἀτιμίας, πάλαι διακρίνασαν τὰς τοῦ γένους προσηγορίας. ἐκ ποίας γὰρ συγγενείας τοὺς γεννηθέντας προσαγορεύσουσιν;προσαγορεύουσιν E. ἀδελφοὺς αὐτοὺς ἀλλήλων ἢ ἀνεψιοὺς προσεροῦσιν; ἀμφότερα γὰρ αὐτοῖς προσαρμόσει διὰ τὴν σύγχυσιν. μὴ ποιήσῃς, ὦ ἄνθρωπε, τὴν θείαν μητρυιὰν τῶν νηπίων· μηδὲ τὴν ἐν μητρὸς τάξει θάλπειν ὀφείλουσαν, ταύτην ἐφοπλίσῃς ταῖς ἀμειλίκτοις ζηλοτυπίαις. μόνον γὰρ τὸ γένοςμίσος editi antiqi. τῶν μητρυιῶν καὶ μετὰ θάνατον ἐλαύνει τὴν ἔχθραν. μᾶλλον δὲ οἱ μὲν ἄλλως πολέμιοι τοῖς τεθνηκόσι σπένδονται, αἱ δὲ μητρυιαὶ τοῦ μίσους μετὰ τὸν θάνατον ἄρχονται.