160
Κεφάλαιον δὲ τῶν εἰρημένων, εἰ μὲν νόμῳ τις ὁρμᾶται πρὸς τὸν γάμον, ἤνοικται πᾶσα ἡ οἰκουμένη· εἰ δὲ ἐμπαθὴς αὐτῷ ἡ σπουδή, διὰ τοῦτο καὶ πλέον ἀποκλεισθήτω, Ἵνα μάθῃ τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἐπιθυμίας. πλείονά μεμοι E. λέγειν ὡρμημένον τὸ μέτρον ἐπέχειἐπέσχε editi antiqi. τῆς ἐπιστολῆς· εὔχομαι δὲ ἢ τὴν παραίνεσιν ἡμῶν ἰσχυροτέραν τοῦ πάθους ἀποδειχθῆναι, ἢ μὴ ἐπιδημῆσαι τῇ ἡμετέρᾳ τὸ ἄγος τοῦτο, ἀλλʼ ἐν οἷς ἂν ἐτολμήθη τόποις ἐναπομεῖναι.
Ἀμφιλοχίῳ, χειροτονηθέντι ἐπισκόπῳ
161
Εὐλογητὸς ὁ Θεός, ὁ τοὺς καθʼ ἑκάστην γενεὰν εὐαρεστοῦντας αὐτῷ ἐκλεγόμενος, καὶ γνωρίζων τὰ σκεύη τῆς ἐκλογῆς, καὶ κεχρημένος αὐτοῖς πρὸς τὴν λειτουργίαν τῶν ἁγίων· ὁ καὶ νῦν σε φεύγοντα, ὡς αὐτὸς φῄς, οὐχ ἡμᾶς, ἀλλὰ τὴν δι’ ἡμῶν προσδοκωμένην κλῆσιν, τοῖς ἀφύκτοις δικτύοις τῆς χάριτος σαγηνεύσας, καὶ ἀγαγὼν εἰς τὰ μέσα τῆς Πισιδίας, ὥστε ἀνθρώπους ζωγρεῖν τῷ Κυρίῳ καὶ ἕλκειν ἀπὸ τοῦ βυθοῦ εἰς τὸ φῶς τοὺς ἐζωγρημένους ὑπὸ τοῦ διαβόλου εἰς τὸ ἐκείνου θέλημα. λέγε οὖν καὶ σὺ τὰ τοῦτοῦ om. E μακαρίου Δαβίδ· Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου; καὶ ἀπὸ τοῦ προσώπου σου, ποῦ φύγω; τοιαῦτα γὰρ θαυματουργεῖ ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης. ὄνοιἐχθροί editi antiqi. ἀπόλλυνται, ἵνα βασιλεὺς Ἰσραὴλ γένηται. ἀλλʼ ἐκεῖνος μὲν Ἰσραηλίτης ὢν τῷ Ἰσραὴλ ἐδόθη· σὲ δὲ ἡ θρεψαμένη καὶ πρὸς τοσοῦτον ἀναβιβάσασα τῆς ἀρετῆς ὕψος οὐκ ἔχει, ἀλλὰ τὴν γείτονα ὁρᾷ τῷ ἰδίῳ κόσμῳ σεμνυνομένην. ἐπειδὴ δὲ εἷς λαὸς πάντες οἱ εἰς Χριστὸν ἠλπικότες καὶ μία Ἐκκλησία νῦν οἱ Χριστοῦ, κἂν ἐκ διαφόρων τόπων προσαγορεύηται, χαίρει καὶ ἡ πατρὶς καὶ εὐφραίνεται ταῖς τοῦ Κυρίου οἰκονομίαις, καὶ οὐχ ἡγεῖται ἕνα ἄνδρα ἐζημιῶσθαι, ἀλλὰ δι’ ἑνὸς ἐκκλησίας ὅλας προσειληφέναι. μόνον παράσχοι ὁ Κύριος καὶ παρόντας ὁρᾷν ἡμᾶςὑμᾶς editi antiqi. καὶ ἀπόντας ἀκούειν τὴν προκοπήν σου τὴν ἐν τῷ εὐαγγελίῳ καὶ τὴν εὐταξίαν τῶν ἐκκλησιῶν.