8
Ταύτην γὰρ τὴν θεωρίαν ὁ Πατὴρ ἐναπέθετο τῇ ἰδίᾳ ἐξουσίᾳ· ἐξουσίαν λέγων τοὺς ἐξουσιαζομένους, ἰδίανἰδίαν Capps; ἰδίους MSS. and edd. δέ, οὓςὧν F. μὴ κατέχειμετέχει F. ἄγνοια τῶν κατωτέρω πραγμάτων. χρόνους δὲ καὶ καιροὺς μή μοι νόει αἰσθητούς, ἀλλὰ διαστήματά τινα γνώσεως ὑπὸ τοῦ νοητοῦ ἡλίου γινόμενα. δεῖ γὰρ τὴν προσευχὴν ἐκείνην ἐπὶ πέρας ἀχθῆναι τοῦ Δεσπότου ἡμῶν· Ἰησοῦς γάρ ἐστιν ὁ προσευξάμενος, Δὸς αὐτοῖς, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι, καθὼς ἐγὼ καὶ σὺ ἕν ἐσμεν, Πάτερ. εἷς γὰρ ὢν ὁ Θεός, ἐν ἑκάστῳ γινόμενος, ἑνοῖ τοὺς πάντας· καὶ ἀπόλλυται ὁ ἀριθμὸς τῇ τῆς μονάδος ἐπιδημίᾳ.
8
Κἀγὼ μὲν οὕτως ἐπέβαλον τῷ ῥητῷ κατὰ τὴν δευτέραν ἐπιχείρησιν. εἰ δέ τις βέλτιον λέγοι ἢ διορθοίη εὐσεβῶς τὰ ἡμέτερα, καὶ λεγέτω καὶ διορθούσθω, καὶ ὁ Κύριος ἀνταποδώσει ὑπὲρ ἡμῶν. οὐδεὶς γὰρ παρʼ ἡμῖν αὐλίζεται φθόνος, ὅτι μηδὲ φιλονεικίας ἕνεκεν ἢ κενοδοξίας ἐπὶ τήνδε τὴν ἐξέτασιν τῶν ῥημάτων κεχωρήκαμεν, ἀλλʼ ὠφελείας ἕνεκεν τῶν ἀδελφῶν, ὑπὲρ τοῦ μὴ δοκεῖν παρακρούεσθαι τὰ ὀστράκινα σκεύη, τὰ τὸν θησαυρὸν ἔχοντα τοῦ Θεοῦ, ὑπὸ τῶν λιθοκαρδίων καὶ ἀπεριτμήτων ἀνθρώπων, τῶν ἐκ τῆς μωρᾶς ὡπλισμένων σοφίας.
8
Πάλιν διὰ τοῦ σοφοῦ Σολομῶντος ἐν Παροιμίαις κέκτισται,κτίζεται F. Κύριος γάρ, φησίν, ἔκτισέ με. καὶ ἀρχὴ ὁδῶν εὐαγγελικῶν ὀνομάζεται, ἀγουσῶν ἡμᾶς πρὸς τὴν βασιλείαν τῶν οὐρανῶν, οὐ κατʼ οὐσίαν κτίσις, ἀλλὰ κατὰ τὴν οἰκονομίαν ὁδὸς γεγονώς. τὸ γὰρ γεγονέναι καὶ τὸ ἐκτίσθαι ταὐτὸν δηλοῖ. ὡς γὰρ ὁδὸς γέγονε, καὶ θύρα, καὶ ποιμήν, καὶ ἄγγελος, καὶ πρόβατον, καὶ πάλιν ἀρχιερεὺς καὶ ἀπόστολος, ἄλλων κατʼ ἄλλην ἐπίνοιαν τῶν ὀνομάτων κειμένων.