161
Ἀνδρίζου τοίνυν καὶ ἴσχυε, καὶ προπορεύου τοῦ λαοῦ, ὃν ἐπίστευσε τῇ δεξιᾷ σου ὁ Ὕψιστος. καὶ ὡς νοήμων κυβέρνησιν ποιησάμενος, πάσης ζάλης ἀπὸ τῶν αἱρετικῶν πνευμάτων ἐγειρομένης ὑψηλότερος γενόμενος τῇ γνώμῃ, ἀβάπτιστον τοῖς ἁλμυροῖς καὶ πικροῖς τῆς κακοδοξίας κύμασι διαφύλασσεδιαφύλαξαι editi antiqi. τὴν ὁλκάδα, ἀναμένων τὴν γαλήνην, ἣν ποιήσει ὁ Κύριος, ἐπειδὰν εὑρεθῇ φωνὴ ἀξία τοῦ διαναστῆσαι αὐτὸν πρὸς τὴν ἐπιτίμησιν τῶν πνευμάτων καὶ τῆς θαλάσσης. εἰ δὲ βούλει ἡμᾶς λοιπὸν ὑπὸ τῆς μακρᾶς ἀρρωστίας ἐπειγομένουςἀπαγομένους E. πρὸς τὴν ἀναγκαίαν ἔξοδον ἐπισκέψασθαι, μήτε καιρὸν ἀναμείνῃς, μήτε τὸ παρʼ ἡμῶν σύνθημα, εἰδὼς ὅτι πατρικοῖς σπλάγχνοις πᾶσα εὐκαιρία ἐστὶ περιπτύσσεσθαι τέκνον ἀγαπητὸν καὶ λόγου παντὸς κρείττων ἡ κατὰ ψυχὴν διάθεσις.
161
Βάρος δὲ ὑπερβαῖνον τὴν δύναμιν μὴ ὀδύρου. εἰ μὲν γὰρ αὐτὸς ἦς ὁ μέλλων φέρειν τὸ βάσταγμα τοῦτο, οὐδὲ οὕτως ἂν ἦν βαρύ, ἀλλʼ ἀφορητὸν παντελῶς. εἰ δὲ Κύριος ὁ συνδιαφέρων, Ἐπίρριψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτὸς ποιήσει. μόνον ἐκεῖνο παραφυλάσσειν ἐν πᾶσι παρακλήθητι, μὴ αὐτὸς τοῖς μοχθηροῖς ἔθεσι συμπεριφέρεσθαι, ἀλλὰ τὰ κακῶς προειλημμένα διὰ τῆς δεδομένης σοι παρὰ Θεοῦ σοφίας μετατιθέναι πρὸς τὸ χρήσιμον. καὶ γὰρ ἀπέστειλέ σε Χριστὸς οὐχ ἑτέροις κατακολουθεῖν, ἀλλʼ αὐτὸναὐτῶν E. καθηγεῖσθαι τῶν σωζομένων. καὶ παρακαλοῦμεν προσεύχεσθαι ὑπὲρ ἡμῶν, ἵνα, ἐὰν μὲν ἔτι ὦμεν ἐπὶ τῆς ζωῆς ταύτης, ἰδεῖν σε μετὰ τῆς ἐκκλησίας καταξιωθῶμεν· ἐὰν δὲ ἀπελθεῖν λοιπὸν προσταχθῶμεν, ἐκεῖ ὑμᾶς ἴδωμεν παρὰ τῷ Κυρίῳ, τὴν μὲν ὡς ἄμπελον εὐθηνοῦσαν ἐπʼ ἀγαθοῖς ἔργοις, σὲ δέ, ὡς σοφὸν γεωργὸν καὶ ἀγαθὸν δοῦλον ἐν καιρῷ διδόντα τοῖς ὁμοδούλοις τὸ σιτομέτριον, πιστοῦ καὶ φρονίμου οἰκονόμου τὸν μισθὸν κομιζόμενον.
161
Οἱ σὺν ἡμῖν πάντες ἀσπάζονταί σου τὴν εὐλάβειαν. ἐρρωμένος καὶ εὔθυμος ἐν Κυρίῳ εἴης· εὐδοκιμῶν ἐπὶ χαρίσμασι Πνεύματος καὶ σοφίας φυλαχθείης.
Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων