Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτωνπρεσβύτερος ὤν add. E, editi antiqi.
166
Τὰ πάντα τίμιος ὢν ἡμῖν καὶ τῶν φίλων ἐν τοῖς γνησίοις ὁ αἰδεσιμώτατος ἀδελφὸς ἡμῶν Εὐπράξιος τιμιώτερος ὤφθη καὶ γνησιώτερος ἐκ τῆς περὶ σὲ διαθέσεως· ὅς γε καὶ νῦν οὕτως ὥρμησε πρὸς τὴν σὴν θεοσέβειαν (ἵνʼ εἴπω τὸ τοῦ Δαβίδ), ὡς ἔλαφος πολὺ δίψος καὶ οὐ φορητὸν ποτίμῳ καὶ καθαρᾷ πηγῇ καταψύχουσα. καὶ μακάριος ὅ σοι πλησιάζειν ἠξιωμένος.καὶ μακάριος ... ἠξιωμένοςom. E. καὶ μακαριώτερος δὲ ὁ ὑπὲρ Χριστοῦ παθήμασι καὶ τοῖς ὑπὲρ ἀληθείας ἱδρῶσι τοιαύτην ἐπιθεὶς κορωνίδα, ἧς ὀλίγοι τῶν φοβουμένων τὸν Θεὸν τετυχήκασιν. οὐ γὰρ ἀβασάνιστον ἐπεδείξω τὴν ἀρετήν, οὐδὲ ἐν εὐδίας καιρῷ μόνον ὀρθῶς ἔπλευσας καὶ τὰς τῶν ἄλλων ψυχὰς ἐκυβέρνησας, ἀλλʼ ἐν ταῖς δυσχερείαις τῶν πειρασμῶν διεφάνης,ἀνεφάνης E. καὶ τῶν διωκόντων γέγονας ὑψηλότερος τῷ γενναίως μεταστῆναι τῆς ἐνεγκούσης.
166
Καὶ ἄλλοι μὲν τὸ πατρῷον ἔδαφος ἔχουσιν, ἡμεῖς δὲ τὴν ἄνω πόλιν·καί add. E. ἄλλοι τὸν ἡμέτερον ἴσως θρόνον, ἡμεῖς δὲ Χριστόν. ὢ τῆς πραγματείας οἵων ὑπεριδόντες, οἷα κεκομίσμεθα· διήλθομεν διὰ πυρὸς καὶ ὕδατος· πιστεύω δὲ ὅτι καὶ ἐξελευσόμεθα εἰς ἀναψυχήν. οὐ γὰρεἰς τέλος add. E. ἐγκαταλείψει ἡμᾶς ὁ Θεὸς εἰς τέλος, οὐδὲ περιόψεται τὸν ὀρθὸν λόγον δεδιωγμένον· ἀλλὰ κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν ἡμῶν αἱ παρακλήσεις αὐτοῦ εὐφρανοῦσιν ἡμᾶς. τοῦτο μὲν οὖν καὶ πιστεύομεν καὶ εὐχόμεθα. σὺ δέ, παρακαλῶ, ὑπερεύχου τῆς ταπεινώσεως ἡμῶν, καὶ ὁσάκις ἂν ἐμπίπτῃ καιρός, εὐλογεῖν ἡμᾶς διὰ γραμμάτων μὴ κατόκνει, καὶ εὐθυμοτέρους ποιεῖν τὰ κατὰ σεαυτὸν δηλῶν, ὃ ποιῆσαι νῦν κατηξίωσας.
Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων