2
Ἐπέγνων σου τὴν ἐπιστολήν, ὥσπερ οἳ τοὺς τῶν φίλων παῖδας ἐκ τῆς ἐπιφαινομένης αὐτοῖς ὁμοιότητος πρὸς τοὺς τεκόντας ἐπιγινώσκουσι. τὸ γὰρ μὴ μέγα εἶναι φῆσαι τὴν τοῦ τόπου κατασκευὴν πρὸς τὸ ἐμποιῆσαι ὁρμήν τινα τῇ ψυχῇ σου εἰς τὸν μεθʼ ἡμῶν βίον πρὶν ἂν περὶ τοῦ τρόπου τι μάθῃς καὶ τῆς διαγωγῆς σὸν ἦν ὄντως τὸ διανόημα καὶ τῆς σῆς ψυχῆς ἄξιον, τῆς πάντα τὰ τῇδε μηδὲν τιθεμένης πρὸς τὴν ἐν ἐπαγγελίαις ἡμῖν ἀποκειμένην μακαριότητα. ἐγὼ δὲ ἃ μὲν ποιῶ αὐτὸς ἐπὶ τῆς ἐσχατιᾶς ταύτης, νυκτὸς καὶ ἡμέρας, γράφειν αἰσχύνομαι. κατέλιπον μὲν γὰρ τὰς ἐν ἄστει διατριβὰς ὡς μυρίων κακῶν ἀφορμάς, ἐμαυτὸν δὲ οὔπω ἀπολιπεῖν ἠδυνήθην. ἀλλʼ ὅμοιός εἰμι τοῖς ἐν θαλάσσῃ ὑπὸ τῆς κατὰ τὸν πλοῦν ἀπειρίας ἀπορουμένοιςἀπολλυμένοις A. καὶ ναυτιῶσιν· οἳ τῷ μεγέθει τοῦ πλοίου δυσχεραίνουσιν ὡς πολὺν τὸν σάλον παρεχομένῳ, κἀκεῖθεν ἐπὶ τὸν λέμβον ἢ τὸ ἀκάτιον μεταβαίνοντες, πανταχοῦ ναυτιῶσι καὶ ἀποροῦνται· συμμετέρχεται γὰρ αὐτοῖς ἡ ἀηδίαδειλία C, F. καὶ ἡ χολή. τοιοῦτον οὖν τι καὶ τὸ ἡμέτερον. τὰ γὰρ ἔνοικα πάθη συμπεριφέροντες πανταχοῦ μετὰ τῶν ὁμοίων θορύβων ἐσμέν, ὥστε οὐδὲν μέγαἐκ add. C. E, F. τῆς ἐρημίαςἡσυχίας C, ἀπωνάμεθα ταύτης. ἃ μέντοι ποιεῖν ἔδει καὶ ὅθεν ὑπῆρξεν ἂν ἡμῖν τῶν ἰχνῶν ἔχεσθαι τοῦ πρὸς σωτηρίαν καθηγησαμένου (εἴ τις γάρ, φησί, θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι), ταῦτά ἐστιν.