173
Ὀκνηροὺς ἡμᾶς ποιεῖ πρὸς τὸ γράφειν τὸ μὴ πεπεῖσθαι τὰς ἐπιστολὰς ἡμῶν πάντωςπάντας editi antiqi. ἐγχειρίζεσθαι τῇ σῇ ἀγάπῃ ἀλλὰ κακίᾳ τῶν διακονούντων μυρίους προεντυγχάνειν ἑτέρους· καὶ μάλιστα νῦν οὕτω τεταραγμένωντεταγμένων editi antiqi. τῶν κατὰ τὴν οἰκουμένην πραγμάτων. διόπερ ἀναμένωἀναμένομεν editi antiqi. τρόπον τινὰ μεμφθῆναιπεμφθῆναι E. καὶκαί om. E ἀπαιτηθῆναι βιαίως τὰς ἐπιστολάς, ὥστε αὐτῷ τούτῳ τεκμηρίῳ χρήσασθαι τῆς ἀποδόσεως. καὶ γράφοντες μὲν οὖν καὶ σιωπῶντες ἓν ἔργον ἔχομεν ἐν ταῖς καρδίαις ἡμῶν, φυλάσσειν τὴν μνήμην τῆς κοσμιότητός σου, καὶ προσεύχεσθαι τῷ Κυρίῳ δοῦναί σοι τελέσαι τὸν δρόμον τῆς ἀγαθῆς πολιτείας καθὰ προείλου. τῷ ὄντι γὰρ οὐ μικρὸς ἀγὼν ὁμολογοῦντιὁμολογοῦντά τι editi antiqi. τῆς ἐπαγγελίας τὰ ἐφεξῆς ἐπάγειν. τὸ μὲν γὰρ προελέσθαι τὴν κατὰ τὸ εὐαγγέλιον πολιτείαν παντός, τὸ δὲ καὶ μέχρι τῶν μικροτάτων ἄγειν τὴν παρατήρησιν, καὶ μηδὲν τῶν ἐκεῖ γεγραμμένων παρορᾷν, τοῦτο πάνυ ὀλίγοις τῶν εἰς ἡμετέραν γνῶσιν ἡκόντων κατώρθωται· ὥστε καὶ γλώσσῃ πεπεδημένῃ κεχρῆσθαιχρῆσθαι editi antiqi. καὶ ὀφθαλμῷ πεπαιδαγωγημένῳ κατὰ τὸ βούλημα τοῦ εὐαγγελίου, καὶ χερσὶν ἐνεργεῖν κατὰ τὸν σκοπὸν τῆς εὐαρεστήσεως τοῦ Θεοῦ, καὶ πόδας κινεῖν καὶ ἑκάστῳ τῶν μελῶν οὕτω κεχρῆσθαι ὡς ἐξ ἀρχῆς ὁ Δημιουργὸς ἡμῶν ᾠκονόμησε· τὸ ἐν τῇ καταστολῇ κόσμιον, τὸ ἐν ταῖς συντυχίαις τῶν ἀνδρῶν πεφυλαγμένον, τὸ ἐν βρώμασιν αὔταρκες, τὸ ἐν τῇ κτήσεικτήσει E. κυήσει editi. τῶν ἀναγκαίων ἀπέριττον. ταῦτα πάντα μικρὰ μὲν ἁπλῶς οὕτω λεγόμενα, μεγάλου δὲ ἀγῶνος εἰς τὸ κατορθωθῆναι χρῄζοντα, ὡς ἐπʼ αὐτῆςὡς ἐπ’ αὐτῆς εὑρήκαμεν editi antiqi. τῆς ἀληθείας εὕρομεν. καὶ μὲν καὶ τὸ ἐν τῇ ταπεινοφροσύνῃ τέλειον, ὡς μήτε προγόνων περιφανείας μεμνῆσθαι, μήτε, εἴ τι ὑπάρχειἐνυπάρχει editi antiqi. ἡμῖν ἐκἐκ om. E φύσεως πλεονέκτημα ἢ κατὰ σῶμα ἢ κατὰ ψυχήν, τούτῳ ἐπαίρεσθαι, μήτε τὰς ἔξωθεν περὶ ἡμῶν ὑπολήψεις ἀφορμὴν ἐπάρσεώς τε καὶ φυσιώσεως ποιεῖσθαι, ταῦτα τοῦ εὐαγγελικοῦ ἔχεται βίου. τὸ ἐν ἐγκρατείᾳ εὔτονον, τὸ ἐν προσευχαῖς φιλόπονον, τὸ ἐν φιλαδελφίᾳ συμπαθές, τὸ πρὸς τοὺς δεομένους κοινωνικόν,τὸ πρὸς τοὺς δεομένους κοινωνικόν om. E τὸ τοῦ φρονήματος καταβεβλημένον, ὁ συντριμμὸς τῆς καρδίας,τὸ πρὸς τοὺς δεομένους κοινωνικόν add. E. τὸ τῆς πίστεως ὑγιές, τὸ ἐν σκυθρωπότητι ὁμαλόν, μηδέποτε τῆς ἐννοίας ἡμῶν λειπούσης τοῦ φοβεροῦ καὶ ἀπαραιτήτου δικαστηρίου τὴν μνήμην πρὸς ὃ ἐπειγόμεθα μὲν ἅπαντες, μέμνηνται δὲ αὐτοῦ καὶ τὴν ἀπʼ αὐτοῦ ἔκβασιν ἀγωνιῶσιν ἐλάχιστοι.