176
Παράσχοι ὁ ἅγιος Θεὸς ἐρρωμένῳ σοι τὸ σῶμα, καὶ ἀπὸ πάσης ἀσχολίας ἀνειμένῳ, καὶ πάντα πράττοντι κατὰ νοῦν, τὴν ἐπιστολὴν ἡμῶν ταύτην εἰς χεῖρας ἐλθεῖν, ἵνα μὴ ἄπρακτος ἡμῶν ἡ παράκλησιςπαράκλητιν E. γένηται, ἣν παρακαλοῦμεν νῦν ἐπιφανῆναί σε ἡμῶν τῇ πόλει, ἐπὶ τῷ σεμνοτέραν γενέσθαι τὴν πανήγυριν, ἣν δι’ ἔτους ἄγειν ἐπὶ τοῖς μάρτυσιν ἔθος ἐστὶν ἡμῶν τῇ ἐκκλησίᾳ. πέπεισο γάρ, τιμιώτατέ μοι καὶ ποθεινότατε ὡς ἀληθῶς, ὅτι πολλῶν εἰς πεῖραν ἐλθὼν ὁ παρʼ ἡμῖνἡμὼν editi antiqi. λαὸς τῆς οὐδενὸς οὕτως ἀντέχεται ἐπιτυχίας, ὡς τῆς σῆς παρουσίας· τοιοῦτον κέντρον ἀγάπης ἐκ τῆς μικρᾶς ἐκείνης συντυχίας ἐναφῆκας. ἵνα οὖν καὶ ὁ Κύριος δοξασθῇ, καὶ λαοὶ εὐφρανθῶαι, καὶ τιμηθῶσι μάρτυρες, καὶ ἡμεῖς οἱ γέροντες τῆς ὀφειλομένης ἡμῖν παρὰ τέκνου γνησίου τύχωμεν θεραπείας, καταξίωσον ἀόκνως μέχρις ἡμῶν διαβῆναι, καὶ προλαβεῖν τὰς ἡμέρας τῆς συνόδου, ὥστε ἐπὶ σχολῆς ἡμᾶς ἀλλήλοις συγγενέσθαι καὶκαί om. E συμπαρακληθῆναι διὰ τῆς κοινωνίας τῶν πνευματικῶν χαρισμάτων. ἔστι δὲ ἡ ἡμέρα τῇ πέμπτῃ τοῦ Σεπτεμβρίου. διὸ παρακαλοῦμεν πρὸ τριῶν ἡμερῶν ἐπιστῆναι, ἵνα καὶ τοῦ πτωχοτροφείου τὴν μνήμην μεγάλην ποιήσῃς τῇ παρουσίᾳ. ἐρρωμένος καὶ εὔθυμος ἐν Κυρίῳ ὑπερευχόμενός μου διαφυλαχθείης μοι καὶ τῇ τοῦ ΘεοῦΧριστοῦ E. ἐκκλησίᾳ χάριτι τοῦ Κυρίου.
Σωφρονίῳ μαγίστρῳ