179
Καὶ φιλελεύθερόν σε εἶναι καὶ φιλάνθρωπον τό τε τῆς φύσεως εὐγενὲς καὶ τὸ πρὸς πάντας κοινωνικὸν ἱκανῶς ἡμᾶς ἐκδιδάσκει. διὸ θαρρούντωςθαρροῦντες tres recent. MSS. πρεσβεύομεν ὑπὲρ ἀνδρὸς λαμπροῦ μὲν ἄνωθεν καὶ ἐκ προγόνων, πλείονος δὲ δι’ ἑαυτὸν τιμῆς καὶ αἰδοῦς ἀξίου διὰ τὴν ἐνυπάρχουσαν αὐτῷ τῶν τρόπων ἡμερότητα· ὥστε σε παρακληθέντα ὑφʼ ἡμῶν παραστῆναι αὐτῷ ἀγωνιζομένῳ δίκην, τῆς μὲν ἀληθείας ἕνεκενἕνεκα editi antiqi. εὐκαταφρόνητον, ἐναγώνιον δὲ ἄλλως διὰ τὸ τῆς συκοφαντίας βαρύ. μεγάλη γὰρ ἂν γένοιτο αὐτῷ ῥοπὴ πρὸς σωτηρίαν, εἰ καταξιώσειάς τι ῥῆμα φιλάνθρωπον ὑπὲρ αὐτοῦ προέσθαι,προΐεσθαι editi antiqi. προηγουμένως μὲν τῷ δικαίῳ χαριζόμενος, ἔπειτα καὶ ἡμῖν τοῖς ἐξαιρέτοις σου τὴν συνήθη τιμὴν καὶ χάριν καὶ ἐν τούτῳ χαριζόμενος.
Σωφρονίῳ μαγίστρῳ, Εὐμαθίου ἕνεκεν
180
Ἀνδρὶ ἀξιολόγῳ περιτυχὼν περιστάσει οὐκ ἀνεκτῇ κεχρημένῳ ἔπαθον τὴν ψυχήν. τί γὰρ οὐκ ἔμελλον, ἄνθρωπος ὤν, ἀνθρώπῳ ἐλευθέρῳ παρʼ ἀξίαν ἐμπεπλεγμένῳ πράγμασι συναλγεῖν; καὶ βουλευσάμενοςοὖν add. editi antiqi. πῶς ἂν γενοίμην αὐτῷ χρήσιμος, μίαν εὗρον λύσιν τῆς κατεχούσης αὐτὸν δυσχερείας, εἰ τῇ σῇ κοσμιότητι ποιήσαιμι γνώριμον. σὸν οὖν τὸ ἐφεξῆς, τὴν σαυτοῦ σπουδήν, ἣν εἰς πολλοὺς ἐφʼὑφʼ editi antiqi. ἡμῖν μάρτυσινμάρτυρας E. ἐπιδέδειξαι, καὶ αὐτῷ παρασχέσθαι.
180
Τὸ δὲ πρᾶγμα γνωρίσει ἡ ἐπιδοθεῖσα παρʼ αὐτοῦ δέησις τοῖς βασιλεῦσιν, ἣν καὶ λαβεῖν εἰς χεῖρας καὶ συμπρᾶξαι τῷ ἀνδρὶ τὰ δυνατὰ παρακλήθητι. καὶ γὰρ Χριστιανῷ χαρίζῃ,χαρίζει editi antiqi. καὶ εὐγενεῖ, καὶ ἀπὸ λόγου πολλοῦ τὸ αἰδέσιμον ἐπαγομένῳ. ἐὰν δὲ προσθῶμεν, ὅτι καὶ ἡμεῖς μεγάλην διὰ τῆς εἰς αὐτὸν εὐποιίας ὑποδεχόμεθαἀποδεχόμεθα E. ἀποδεξόμεθα editi antiqi. χάριν, πάντως, κἂν μικρὸν ᾖ ἄλλως τὸ ἡμέτερον, ἀλλὰ τῆς σῆς σεμνότητος ἀεὶ ἐν λόγῳ ποιεῖσθαι τὰ καθʼ ἡμᾶς ἀνεχομένης, οὐ μικρὸν φανεῖται τὸ χαρισθὲν ἡμῖν.
Ὀτρηίῳ Μελητινης