183
Ἄγε οὖν, ὦ θαυμάσιοι, ὅπως τοῖς προπεπονημένοις ἄξια ἐπαγάγητε τὰ ἑπόμενα, καὶ φανῆτε μεγάλῃ κρηπῖδι ἀξιολογωτέραν ἐπιτιθέντες τὴν κορυφήν,κορωνίδες Reg. secundus, Coisl. secundus, Paris. καὶ περίστητε μὲν τὸν ποιμένα τῆς ἐκκλησίας, ὅταν δῷ ὁ Κύριος αὐτὸν ἐπὶ τῶν ἰδίωντῶν ἰδίων τὸν ἴδιον E. φανῆναι θρόνων,θρόνον E. ἄλλος ἄλλο τι τῶν ὑπὲρ τῆς Ἐκκλησίας τοῦ Θεοῦ πεπολιτευμένων ἡμῖνὑμῖν E. διηγούμενοι, ἐν δὲ τῇ μεγάλῃ τοῦ Κυρίου ἡμέρᾳ ἕκαστος κατὰ τὴν ἀναλογίαν τῶν πεπονημένων παρὰ τοῦ μεγαλοδώρου Θεοῦ δεχόμενοι τὴν ἀντίδοσιν. ἡμῶν δὲ μεμνημένοι καὶ ἐπιστέλλοντες ὁσάκις ἂν ᾖ δυνατόν, δίκαιά τε ποιήσετε τοῖς ἴσοις ἡμᾶς ἀμειβόμενοι, καὶ ἅμα οὐ μικρῶςσμικρῶς E. ἡμᾶς εὐφρανεῖτε, τῆς ἡδίστης ἡμῖν φωνῆς ὑμῶν ἐναργῆ σύμβολα διὰ τῶν γραμμάτων διαπεμπόμενοι.
Εὐσταθίῳ, ἐπισκόπῳ ἹμμερίαςἙμμέρως Coisl. secundus, Reg. secundus.
184
Οἶδα ὅτι στυγνοποιὸν πρᾶγμα ἡ ὀρφανία καὶ πολυάσχολον, διὰ τὸ ἐρημίαν ἐπάγειν τῶν προεστώτων. ὅθεν λογίζομαι καὶ τὴν σὴν εὐλάβειαν ἐπιστυγνάζουσαν τοῖς συμβεβηκόσι μὴ ἐπιστέλλειν ἡμῖν, καὶ ὁμοῦ ἐν πλείονι εἶναι νῦν ἀσχολίᾳ, περιτρέχεινπεριέπειν E. Med. τὰ τοῦ Χριστοῦ ποίμνια διὰ τὴν πανταχόθεν τῶν ἐχθρῶν ἐπανάστασιν. ἀλλʼ ἐπειδὴ πάσης λύπης παρηγορία ἡ πρὸς τοὺς ὁμοψύχους ἐστὶν ὁμιλία, καταξίου ὁσάκις ἂν δυνατόν σοι ἐπιστέλλειν ἡμῖν, καὶ αὐτός τε ἀναπαύεσθαι ἐν τῷ φθέγγεσθαι πρὸς ἡμᾶς, καὶ ἡμᾶς παρηγορεῖν ἐν τῷ μεταδιδόναι ἡμῖν τῶν σεαυτοῦ ῥημάτων. τοῦτο δὲ καὶ ἡμεῖς σπουδάσομεν ποιῆσαι ὁσάκις ἂν ἡμῖν ἐνδιδῷ τὰ πράγματα. εὔχου δὲ καὶ αὐτὸς καὶ πᾶσαν τὴν ἀδελφότητα παρακάλεσον σπουδαίως δυσωπεῖν τὸν Κύριον, ἵνα δείξῃ ποτὲ ἡμῖν λύσιν τῆς περιεχούσης ἡμᾶς κατηφείας.
Θεοδότῳ, ἐπισκόπῳ Βεροίας