8
Καὶ αὕτη μὲν αὐτάρκης ἡμῖν ἡ ἐξέτασις κατὰ τὴν δύναμιν τὴν ἡμετέραν τῶν τεθέντων ῥητῶν. ἤδη δὲ λοιπὸν καὶ πρὸς τοὺς ἀντιπίπτοντας τῷ Πνεύματι τῷ ἁγίῳ τῷ λόγῳ χωρήσωμεν, καθαιροῦντες αὐτῶν πᾶν ὕψωμα διανοίας ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. κτίσμα λέγεις τὸ Πνεῦμα τὸ ἅγιον. πᾶν δὲ κτίσμα δοῦλόν ἐστι τοῦ κτίσαντος· Τὰ γὰρ σύμπαντα, φησί, δοῦλα σά. εἰ δὲ δοῦλόν ἐστι,ἐστιom. F. καὶ ἐπίκτητον ἔχει τὴν ἁγιότητα· πᾶν δὲ ὃ ἐπίκτητον ἔχει τὴν ἁγιότητα οὐκ ἀνεπίδεκτόν ἐστι κακίας. τὸ δὲ Πνεῦμα τὸ ἅγιον, κατʼ οὐσίαν ὂν ἅγιον, πηγὴ ἁγιασμοῦ προσηγόρευται.προσαγορεύεται F. οὐκ ἄρα κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον. εἰ δὲ μὴ κτίσμα, ὁμοούσιόν ἐστι τῷ Θεῷ. πῶς δὲ δοῦλον ἀποκαλεῖς, εἰπέ μοι, τὸν διὰ τοῦ βαπτίσματος ἐλευθεροῦντά σε τῆς δουλείας; Ὁ γὰρ νόμος, φησί, τοῦ Πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ μεσε F. ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας. ἀλλʼ οὐδὲ τρεπτὴν αὐτοῦ ποτὲ τὴν οὐσίαν τολμήσεις εἰπεῖν, ἀφορῶν εἰς τὴν φύσιν τῆς ἀντικειμένης δυνάμεως, ἥτις ὡς ἀστραπὴ πέπτωκεν ἀπὸ τοῦ οὐρανοῦ, καὶ ἐξέπεσε τῆς ὄντως ζωῆς διὰ τὸ ἐπίκτητον ἐσχηκέναι τὴν ἁγιότητα καὶ ἐπηκολουθηκέναι τῇ κακῇ βουλῇ τὴν ἀλλοίωσιν. τοιγαροῦν καὶ ἐκπεσὼν τῆς μονάδος καὶ τὸ ἀγγελικὸν ἀποῤῥίψας ἀξίωμα, ἀπὸ τοῦ τρόπου ὠνομάσθη διάβολος, ἀποσβεσθείσης μὲν αὐτοῦ τῆς προτέρας καὶ μακαρίας ἕξεως, τῆς δὲ ἀντικειμένης ταύτης δυνάμεως ἀναφθείσης.
8
Ἔπειτα εἰ κτίσμα λέγειλέγοι F. τὸ Πνεῦμα τὸ ἅγιον, πεπερατωμένην τὴν φύσιν αὐτοῦ εἰσάγει. πῶς οὖν σταθήσεται τὸ Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; ἀλλʼ οὐδʼ ἁπλοῦν αὐτὸ τῇ φύσει, ὡς ἔοικεν, ὁμολογεῖ. ἀριθμῷ γὰρ ἓν αὐτὸ ὀνομάζει. πᾶν δὲ ὃ ἓν ἀριθμῷ, τοῦτο οὐχ ἁπλοῦν, ὡς ἔφην, ἐστίν. εἰ δὲ μὴ ἁπλοῦν ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἐξ οὐσίας καὶ ἁγιασμοῦ συνέστηκε· τὸ δὲ τοιοῦτον σύνθετον. καὶ τίς οὕτως ἀνόητος ὡς σύνθετον εἰπεῖν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ μὴ ἁπλοῦν καὶ κατὰ τὸν τῆς ἁπλότητος λόγον ὁμοούσιον Πατρὶ καὶ Υἱῷ;