185
Οἶδα ὅτι, εἰ καὶ μὴ ἐπιστέλλεις ἡμῖν, ἀλλʼ ἐν τῇ καρδίᾳ σου ὑπάρχει ἡ μνήμη ἡμῶν. καὶ τοῦτο τεκμαίρομαι, οὐχ ὅτι αὐτὸς ἄξιός εἰμι μνήμης τινὸς δεξιᾶς, ἀλλʼ ὅτι ἡ σὴ ψυχὴ πλουτεῖ ἐν τῇ τῆς ἀγάπης περιουσίᾳ. πλὴν ἀλλʼ ὅσον δυνατόν σοι ταῖς παρεμπιπτούσαις προφάσεσι κέχρησο εἰς τὸ ἐπιστέλλειν ἡμῖν, ἵνα καὶ ἡμεῖς μᾶλλον εὐψυχῶμεν μανθάνοντες τὰ περὶ ὑμῶν, καὶ ἀφορμὴν λαμβάνωμεν εἰς τὸ καὶ αὐτοὶ σημαίνειν ὑμῖν τὰ ἡμέτερα. οὗτος γάρ ἐστιν ὁ τρόπος τῆς ὁμιλίας τοῖς τοσοῦτον διεζευγμένοιςδιαζευγνυμένοις editi antiqi. τῷ σώματι, ὁ δι’ ἐπιστολῶν, οὗ μὴ ἀποστερῶμεν ἀλλήλους, καθόσον ἂν ἐνδιδῷ τὰ πράγματα. παράσχοι δὲ ὁ Κύριος καὶ τὴν κατʼ ὀφθαλμοὺς ἡμῖν συντυχίαν, ἵνα καὶ τὴν ἀγάπην αὐξήσωμεν καὶ τὴν εἰς τὸν Δεσπότην ἡμῶν εὐχαριστίαν πλεονάσωμεν ἐπὶ μείζοσι ταῖς παρʼ αὐτοῦ δωρεαῖς.
Ἀντιπάτρῳ ἡγεμόνι
186
Ὡς καλὴ ἡ φιλοσοφία, τά τε ἄλλα, καὶ ὅτι οὐδὲ ἰατρεύεσθαι πολυτελῶς τοῖς τροφίμοις αὐτῆς ἐπιτρέπει· ἀλλὰ τὸ αὐτὸ καὶ ὄψον ἐστὶ παρʼ αὐτῇ καὶ πρὸς ὑγίειαν ἀρκεῖ. τὰς γάρ τοι ὀρέξεις ἀποκαμούσας, ὡς ἐπυθόμην, κράμβαις ἐν ὄξει ταριχευθείσαις ἀνεκαλέσω· ἃς ἐγὼ πρότερον μὲν ἐδυσχέραινον καὶ διὰ τὴν παροιμίαν, καὶ ὅτι ὑπόμνημα ἦσαν τῆς συντρόφου πενίας.
186
Νῦν δέ μοι δοκῶ καὶ ἐμαυτὸν μεταπείσειν, καὶ τῆς παροιμίας καταγελάσεσθαι, ὁρῶν αὐτὴν οὕτως ἀγαθὴν κουροτρόφον, ἣ τὸν ἄρχοντα ἡμῶν εἰς ἀκμὴν ἐπανήγαγε. καὶ οὐδὲν εἶναι τοῦ λοιποῦ κατʼ αὐτὴν ἡγήσομαι, οὐχ ὅπως τὸν Ὁμηρικὸν λωτόν, ἀλλʼ οὐδὲ τὴν ἀμβροσίαν ἐκείνην, ἥτις ποτʼ ἄρα ἦν, ἡ τοὺς Ὀλυμπίους χορτάζουσα.
Ἀντίπατρος Βασιλείῳ
187
Δὶς κράμβη θάνατος, ἡ βάσκανός φησι παροιμία. ἐγὼ δὲ πολλάκις αἰτήσας ἅπαξ ἀποθανοῦμαι· πάντως δὲ καὶ μὴ αἰτήσας. εἰ δὲ πάντως, μὴ κατόκνει ἐσθίειν ὄψον ἡδύ, μάτην ὑπὸ τῆς παροιμίας λοιδορηθέν.
ΚΑΝΟΝΙΚΗ α· Ἀμφιλοχίῳ περὶ κανόνων