188
Ἀνοήτῳ, φησίν, ἐπερωτήσαντι σοφία λογισθήσεται. σοφοῦ δέ, ὡς ἔοικεν, ἐπερώτημα καὶ τὸν ἀνόητον σοφίζει· ὅπερ τῇ τοῦ Θεοῦ χάριτι συμβαίνει ἡμῖν, ὁσάκις ἂν δεξώμεθά σου τῆς φιλοπόνου ψυχῆς τὰ γράμματα. ἐπιστατικώτεροι γὰρ ἑαυτῶν καὶ ἐμφρονέστεροι γινόμεθα ἀπʼ αὐτῆς τῆς ἐρωτήσεως, πολλὰ ὧν οὐκ ἐπιστάμεθα διδασκόμενοι· καὶ γίνεται ἡμῶν διδάσκαλος ἡ περὶ τὸ ἀποκρίνεσθαι μέριμνα. ἀμέλει καὶ νῦν, οὐδέποτε λαβόντες ἐν φροντίδι τὰ ἐπερωτήματά σου, ἠναγκάσθημεν ἐπισκέψασθαι ἀκριβῶς, καὶ εἴ τέ τι ἠκούσαμεν παρὰ τῶν πρεσβυτέρων, ἀναμνησθῆναι, καὶ τὰ συγγενῆ ὧν ἐδιδάχθημεν παρʼ ἑαυτῶν ἐπιλογίσασθαι.