189
Ἕστι μὲν καὶ πᾶσιν ὑμῖν τοῖς τὴν ἰατρικὴν μετιοῦσι φιλανθρωπία τὸ ἐπιτήδευμα. καί μοι δοκεῖ τῶν κατὰ τὸν βίον σπουδαζομένων ἁπάντων ὁ τὴν ὑμετέραν προτιθεὶς ἐπιστήμην ἐπιτυχεῖν ἂν τῆς πρεπούσης κρίσεως, καὶ μὴ διαμαρτεῖν τοῦ προσήκοντος· εἴπερ τὸ πάντων προτιμότατον, ἡ ζωή, φευκτόν ἐστι καὶ ἐπώδυνον, ἐὰν μὴ μεθʼ ὑγείας ἐξῇ ταύτην ἔχειν· ὑγείας δὲ χορηγὸς ἡ ὑμετέρα τέχνη. ἀλλά σοι διαφερόντως περιδέξιός ἐστιν ἡ ἐπιστήμη, καὶ μείζονας ποιεῖς σεαυτῷ τῆς φιλανθρωπίας τοὺς ὅρους, οὐ μέχρι τῶν σωμάτων περιορίζων τὴν ἐκ τῆς τέχνης χάριν, ἀλλὰ καὶ τῶν ψυχικῶν ἀρρωστημάτων ἐπινοῶν τὴν διόρθωσιν. ταῦτα δὲ λέγω, οὐ μόνον ταῖς τῶν πολλῶν φήμαις ἑπόμενος, ἀλλὰ καὶ τῇ κατʼ ἐμαυτὸν διδαχθεὶς πείρᾳ, ἐν πολλοῖς τε ἄλλοις, καὶ διαφερόντως νῦν ἐν τῇ τῶν ἐχθρῶν ἡμῶν ἀνεκδιηγήτῳ κακίᾳ· ἣν ῥεύματος πονηροῦ δίκην κατὰ τῆς ζωῆς ἡμῶν ἐπιρρυεῖσαν εὐμηχάνως διέχεας, τὴν βαρεῖαν ταύτην φλεγμονὴν τῆς καρδίας ἡμῶν τῇ ἐπαντλήσει τῶν παρηγορικῶν λόγων διαφορήσας. ἐγὼ γάρ, πρὸς τὴν ἐπάλληλον τῶν ἐχθρῶν ἡμῶν καὶ ποικίλην καθʼ ἡμῶν ἐπιχείρησιν ἀποβλέπων, σιωπᾷν ᾤμην δεῖν καὶ δέχεσθαι καθʼ ἡσυχίαν τὰ ἐπαγόμενα, μηδὲ ἀντερεῖν τοῖς καθωπλισμένοις τῷ ψεύδει, τῷ πονηρῷ τούτῳ ὅπλῳ, τῷ καὶ διὰ τῆς ἀληθείας πολλάκις τὴν ἀκμὴν εἰσωθοῦντι. σὺ δέ, καλῶς ποιῶν, μὴ καταπροδιδόναι τὴν ἀλήθειαν ἐνεκελεύου, ἀλλὰ διελέγχειν τοὺς συκοφάντας, ὡς ἂν μὴ πολλοὶ παραβλαβεῖεν, κατευημεροῦντος τῆς ἀληθείας τοῦ ψεύδους.