189
Ἔδοξαν οὖν μοι παραπλήσιόν τι ποιεῖν τῷ Αἰσωπείῳ μύθῳ οἱ τὸ ἀπροφάσιστον καθʼ ἡμῶν ἀναλαβόντες μῖσος. ὡς γὰρ ἐκεῖνος ἐγκλήματά τινα τῷ ἀρνίῳ τὸν λύκον προφέρειν ἐποίησεν, αἰσχυνόμενον δῆθεν τὸ δοκεῖν ἄνευ δικαίας προφάσεως ἀναιρεῖν τὸν μηδὲν προλυπήσαντα· τοῦ δὲ ἀρνὸς πᾶσαν τὴν ἐκ συκοφαντίας ἐπαγομένην αἰτίαν εὐχερῶς διαλύοντος, μηδὲν μᾶλλον ὑφίεσθαι τῆς ὁρμῆς τὸν λύκον, ἀλλὰ τοῖς μὲν δικαίοις ἡττᾶσθαι, τοῖς δὲ ὀδοῦσι νικᾷν· οὕτως οἷς τὸ καθʼ ἡμῶν μῖσος ὥς τι τῶν ἀγαθῶν ἐσπουδάσθη, ἐρυθριῶντες τάχα τὸ δοκεῖν ἄνευ αἰτίας μισεῖν, αἰτίας πλάττουσι καθʼ ἡμῶν καὶ ἐγκλήματα· καὶ οὐδενὶ τῶν λεγομένων μέχρι παντὸς ἐπιμένουσιν, ἀλλὰ νῦν μὲν τοῦτο, μετʼ ὀλίγον δὲ ἄλλο, καὶ αὖθις ἕτερον τῆς καθʼ ἡμῶν δυσμενείας τὸ αἴτιον λέγουσι. βέβηκε δὲ αὐτοῖς ἐπʼ οὐδενὸς ἡ κακία· ἀλλʼ ὅταν τούτου τοῦ ἐγκλήματος ἀποσεισθῶσιν, ἑτέρῳ προσφύονται, καὶ ἀπʼ ἐκείνου πάλιν καταλαμβάνουσιν ἕτερον· κἂν πάντα διαλυθῇ τὰ ἐγκλήματα, τοῦ μισεῖν οὐκ ἀφίστανται. τρεῖς θεοὺς πρεσβεύεσθαι παρʼ ἡμῶν αἰτιῶνται, καὶ περιηχοῦσι τὰς ἀκοὰς τῶν πολλῶν, καὶ πιθανῶς κατασκευάζοντες τὴν διαβολὴν ταύτην οὐ παύονται. ἀλλʼ ὑπερμάχεται ἡμῶν ἡ ἀλήθεια, καὶ ἐν κοινῷ πρὸς πάντας καὶ ἰδίᾳ πρὸς τοὺς ἐντυγχάνοντας δεικνύντων ἡμῶν, ὅτι ἀνατεθεμάτισται παρʼ ἡμῶν πᾶς ὁ τρεῖς λέγων θεούς, καὶ οὐδὲ Χριστιανὸς εἶναι κρίνεται. ἀλλʼ ὅταν τοῦτο ἀκούσωσι, πρόχειρος αὐτοῖς καθʼ ἡμῶν ὁ Σαβέλλιος, καὶ ἡ ἐξ ἐκείνου νόσος ἐπιθρυλλεῖται τῷ ἡμετέρῳ λόγῳ. πάλιν καὶ πρὸς τοῦτο ἡμεῖς τὸ σύνηθες ὅπλον τὴν ἀλήθειαν προβαλλόμεθα, δεικνύντες ὅτι ἐπίσης τῷ Ἰουδαϊσμῷ καὶ τὴν τοιαύτην αἵρεσιν φρίττομεν.