189
Τί οὖν; ἆρα μετὰ τοσαύτας ἐγχειρήσεις ἀποκαμόντες ἡσύχασαν; οὐκ ἔστι ταῦτα. ἀλλὰ καινοτομίαν ἡμῖν προφέρουσιν, οὑτωσὶ τὸ ἔγκλημα καθʼ ἡμῶν συντιθέντες τρεῖς ὑποστάσεις ὁμολογούντων· μίαν ἀγαθότητα, καὶ μίαν δύναμιν, καὶ μίαν θεότητα λέγειν ἡμᾶς αἰτιῶνται. καὶ οὐκ ἔξω τοῦτό φασι τῆς ἀληθείας· λέγομεν γάρ. ἀλλʼ ἐγκαλοῦντες τοῦτο προφέρουσιν, ὅτι ἡ συνήθεια αὐτῶν τοῦτο οὐκ ἔχει, καὶ ἡ Γραφὴ οὐ συντίθεται. τί οὖν καὶ πρὸς τοῦτο ἡμεῖς; οὐ νομίζομεν δίκαιον εἶναι τὴν παρʼ αὐτοῖς ἐπικρατοῦσαν συνήθειαν νόμον καὶ κανόνα τοῦ ὀρθοῦ ποιεῖσθαι λόγου. εἰ γὰρ ἰσχυρόν ἐστιν εἰς ἀπόδειξιν ὀρθότητος ἡ συνήθεια, ἔξεστι καὶ ἡμῖν πάντως ἀντιπροβάλλεσθαι τὴν παρʼ ἡμῖν ἐπικρατοῦσαν συνήθειαν. εἰ δὲ παραγράφονται ταύτην ἐκεῖνοι, οὐδὲ ἡμῖν πάντως ἀκολουθητέον ἐκείνοις. οὐκοῦν ἡ θεόπνευστος ἡμῖν διαιτησάτω Γραφή, καὶ παρʼ οἷς ἂν εὑρεθῇ τὰ δόγματα συνῳδὰ τοῖς θείοις λόγοις, ἐπὶ τούτους ἥξει πάντως τῆς ἀληθείας ἡ ψῆφος. τί οὖν ἐστι τὸ ἔγκλημα; δύο γὰρ κατὰ ταὐτὸν ἐν τῇ κατηγορίᾳ τῇ καθʼ ἡμῶν προενήνεκται· ἓν μὲν τὸ διαιρεῖν τὰς ὑποστάσεις· ἕτερον δὲ τὸ μηκέτι μηδὲν τῶν θεαπρεπῶν ὀνομάτων πληθυντικῶς ἀριθμεῖν, ἀλλὰ μίαν, καθὼς προείρηται, τὴν ἀγαθότητα καὶ τὴν δύναμιν καὶ τὴν θεότητα, καὶ πάντα τὰ τοιαῦτα μοναδικῶς ἐξαγγέλλειν. πρὸς μὲν οὖν τὴν διαίρεσιν τῶν ὑποστάσεων οὐκ ἂν ἔχοιεν ἀλλοτρίως οἱ τὴν ἑτερότητα τῶν οὐσιῶν ἐπὶ τῆς θείας δογματίζοντες φύσεως. οὐ γὰρ εἰκός ἐστι τοὺς τρεῖς λέγοντας οὐσίας μὴ καὶ τρεῖς ὑποστάσεις λέγειν. οὐκοῦν τοῦτο μόνον ἐστὶν ἐν ἐγκλήματι, τὸ τὰ ἐπιλεγόμενα τῇ θείᾳ φύσει ὀνόματα μοναδικῶς καταγγέλλειν.