189
Τίς οὖν ὁ ἡμέτερος λόγος; παραδιδοὺς ὁ Κύριος τὴν σωτήριον πίστιν τοῖς μαθητευομένοις τῷ λόγῳ, τῷ Πατρὶ καὶ τῷ Υἱῷ συνάπτει καὶ τὸ Πνεῦμα τὸ ἅγιον. τὸ δὲ συνημμένον ἅπαξ διὰ πάντων φαμὲν τὴν συνάφειαν ἔχειν. οὐ γὰρ ἐν τινὶ συντεταγμένον, ἐν ἑτέροις ἀποσχοινίζεται. ἀλλʼ ἐν τῇ ζωοποιῷ δυνάμει, καθʼ ἣν ἐκ τοῦ φθαρτοῦ βίου εἰς ἀθανασίαν ἡ φύσις ἡμῶν μετασκευάζεται, συμπαραληφθεῖσα ἡ τοῦ Πνεύματος δύναμις Πατρὶ καὶ Υἱῷ καὶ ἐν πολλοῖς ἑτέροις, οἷον ἐν τῇ κατὰ τὸ ἀγαθὸν ἐννοίᾳ, καὶ τὸ ἅγιόν τε καὶ ἀΐδιον, σοφόν, εὐθές, ἡγεμονικόν, δυνατόν, καὶ πανταχοῦ δηλονότι, τὸ ἀχώριστον ἔχει ἐν πᾶσι τοῖς πρὸς τὸ κρεῖττον ὑπειλημμένοις ὀνόμασιν. οὐκοῦν ἡγούμεθα καλῶς ἔχειν τὸ ἐν τοσαύταις ἐννοίαις ὑψηλαῖς τε καὶ θεοπρεπέσι συναπτόμενον Πατρὶ καὶ Υἱῷ ἐν οὐδενὶ διακεκρίσθαι νομίζειν. οὐδὲ γὰρ οἴδαμέν τινα τῶν περὶ τὴν θείαν φύσιν ἐπινοουμένων ὀνομάτων τὴν κατὰ τὸ κρεῖττον καὶ τὸ χεῖρον διαφοράν, ὡς εὐαγὲς εἶναι οἴεσθαι τὴν ἐν τοῖς καταδεεστέροις τῶν ὀνομάτων κοινωνίαν συγχωροῦντας τῷ Πνεύματι, τῶν ὑπεραιρόντων κρίνειν ἀνάξιον. πάντα γὰρ τὰ θεοπρεπῆ νοήματά τε καὶ ὀνόματα ὁμοτίμως ἔχει πρὸς ἄλληλα, τῷ μηδὲν περὶ τὴν τοῦ ὑποκειμένου διαφωνεῖν σημασίαν. οὐ γὰρ ἐπʼ ἄλλο τι ὑποκείμενον χειραγωγεῖ τὴν διάνοιαν τοῦ ἀγαθοῦ ἡ προσηγορία, ἐφʼ ἕτερον δὲ ἡ τοῦ σοφοῦ καὶ τοῦ δυνατοῦ καὶ τοῦ δικαίου, ἀλλʼ ὅσαπερ ἂν εἴπῃς ὀνόματα, ἓν διὰ πάντων ἐστὶ τὸ σημαινόμενον. κἂν Θεὸν εἴπῃς, τὸν αὐτὸν ἐνεδείξω ὃν διὰ τῶν λοιπῶν ὀνομάτων ἐνόησας. εἰ δὲ πάντα τὰ ὀνόματα τῇ θείᾳ φύσει ἐπιλεγόμενα ἰσοδυναμεῖ ἀλλήλοις κατὰ τὴν τοῦ ὑποκειμένου ἔνδειξιν, ἄλλα κατὰ ἄλλην ἔμφασιν ἐπὶ τὸ αὐτὸ τὴν διάνοιαν ἡμῶν ὁδηγοῦντα, τίς ὁ λόγος τὴν ἐν τοῖς ἄλλοις ὀνόμασι κοινωνίαν, πρὸς Πατέρα τε καὶ Υἱὸν συγχωροῦντα τῷ Πνεύματι, μόνης ἀποσχοινίζειν αὐτὸ τῆς θεότητος; ἀνάγκη γὰρ πᾶσα ἢ καὶ ἐν τούτῳ διδόναι τὴν κοινωνίαν, ἢ μηδὲ τὴν ἐν τοῖς λοιποῖς συγχωρεῖν. εἰ γὰρ ἐν ἐκείνοις ἄξιον, οὐδὲ ἐν τούτῳ πάντως ἀνάξιον. εἰ δὲ μικρότερον, κατὰ τὸν ἐκείνων λόγον, ἐστὶν ἢ ὥστε τοῦ τῆς θεότητος ὀνόματος πρὸς Πατέρα τε καὶ Υἱὸν τὴν κοινωνίαν χωρῆσαι, οὐδὲ ἄλλου τινὸς τῶν θεοπρεπῶν ὀνομάτων μετέχειν ἄξιον. καταμανθανόμενα γὰρ καὶ συγκρινόμενα πρὸς ἄλληλα τὰ ὀνόματα διὰ τῆς ἑκάστοις ἐνθεωρουμένης ἐμφάσεως, εὑρεθησεται μηδὲν τῆς τοῦ Θεοῦ προσηγορίας ἔλαττον ἔχοντα. τεκμήριον δὲ ὅτι τούτῳ μὲν τῷ ὀνόματι πολλὰ καὶ τῶν καταδεεστέρων ἐπονομάζεται· μᾶλλον δὲ οὐ φείδεται ἡ θεία Γραφὴ τῆς ὁμωνυμίας ταύτης, οὐδὲ ἐπὶ τῶν ἀπεμφαινόντων πραγμάτων, ὡς ὅταν τὰ εἴδωλα τῇ τοῦ Θεοῦ προσηγορίᾳ κατονομάζῃ. θεοὶ γάρ, φησίν, οἳ οὐκ ἐποίησαν τὸν οὐρανὸν καὶ τὴν γῆν, ἀρθήτωσαν, καὶ ὑποκάτω τῆς γῆς βληθήτωσαν· καί, Πάντες, φησίν, οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια. καὶ ἡ ἐγγαστρίμυθος ἐν ταῖς μαγγανείαις αὐτῆς ψυχαγωγοῦσα τῷ Σαοὺλ τὰς ἐπιζητουμένας ψυχάς, θεοὺς ἑωρακέναι φησίν. ἀλλὰ καὶ ὁ Βαλαὰμ οἰωνιστής τις ὢν καὶ μάντις, καὶ διὰ χειρὸς τὰ μαντεῖα φέρων, καθώς φησιν ἡ Γραφή, καὶ τὴν ἐκ δαιμόνων διδασκαλίαν διὰ τῆς οἰωνιστικῆς περιεργίας ἑαυτῷ κατορθώσας, παρὰ Θεοῦ συμβουλεύεσθαι ὑπὸ τῆς Γραφῆς ἱστορεῖται. καὶ πολλὰ τοιαῦτά ἐστι συλλεξάμενον ἐκ τῶν θείων παραθέσθαι Γραφῶν, ὅτι τὸ ὄνομα τοῦτο οὐδὲν ὑπὲρ τὰς λοιπὰς τὰς θεοπρεπεῖς προσηγορίας πρωτεύει, ὅτε, καθὼς εἴρηται, καὶ ἐπὶ τῶν ἀπεμφαινόντων ὁμωνύμως λεγόμενον εὑρίσκομεν. τὸ δὲ τοῦ ἁγίου ὄνομα, καὶ τοῦ ἀφθάρτου, καὶ τοῦ εὐθέος, καὶ τοῦ ἀγαθοῦ, οὐδαμοῦ κοινοποιούμενον πρὸς τὰ μὴ δέοντα παρὰ τῆς Γραφῆς ἐδιδάχθημεν. οὐκοῦν εἰ ἐν τοῖς ἐξαιρέτως ἐπὶ μόνης τῆς θείας φύσεως εὐσεβῶς λεγομένοις ὀνόμασι κοινωνεῖν τὸ ἅγιον Πνεῦμα πρὸς τὸν Υἱὸν καὶ τὸν Πατέρα οὐκ ἀντιλέγουσι, τίς ὁ λόγος, τούτῳ μόνῳ κατασκευάζειν ἀκοινώνητον εἶναι, οὗ μετέχειν ἐδείχθη, κατά τινα ὁμώνυμον χρῆσιν καὶ τὰ δαιμόνια καὶ τὰ εἴδωλα;