189
Ἁγιάζει, καὶ ζωοποιεῖ, καὶ φωτίζει, καὶ παρακαλεῖ, καὶ πάντα τὰ τοιαῦτα, ὁμοίως ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον. καὶ μηδεὶς κατʼ ἐξαίρετον ἀπονεμέτω τῇ ἐνεργείᾳ τοῦ Πνεύματος τὴν ἁγιαστικὴν ἐξουσίαν, ἀκούσας τοῦ Σωτῆρος ἐν τῷ Εὐαγγελίῳ περὶ τῶν μαθητῶν πρὸς τὸν Πατέρα λέγοντος· Πάτερ, ἁγίασον αὐτοὺς ἐν τῷ ὀνοματί σου. ὡσαύτως δὲ καὶ τὰ ἄλλα πάντα κατὰ τὸ ἴσον ἐνεργεῖται τοῖς ἀξίοις παρὰ τοῦ Πατρός τε καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· πᾶσα χάρις καὶ δύναμις, ἡ ὁδηγία, ἡ ζωή, ἡ παράκλησις, ἡ πρὸς τὸ ἀθάνατον μεταβολή, ἡ εἰς ἐλευθερίαν μετάστασις, καὶ εἴ τι ἄλλο ἐστὶν ἀγαθόν, ὃ μέχρις ἡμῶν καταβαίνει. ἡ δὲ ὑπὲρ ἡμᾶς οἰκονομία, ἔν τε τῇ νοητῇ κτίσει καὶ τῇ αἰσθητῇ, εἴ τι χρὴ διὰ τῶν γινωσκομένων ἡμῖν καὶ περὶ τῶν ὑπερκειμένων στοχάζεσθαι, οὐδὲ αὐτὴ τῆς τοῦ ἀγίου Πνεύματος ἐνεργείας καὶ δυνάμεως ἔξω καθέστηκεν, ἑκάστου κατὰ τὴν ἰδίαν ἀξίαν τε καὶ χρείαν τῆς ὠφελείας μεταλαμβάνοντας. εἰ γὰρ καὶ ἄδηλος τῇ αἰσθήσει τῇ ἡμετέρᾳ ἡ περὶ τῶν ἄνω τῆς ἡμετέρας φύσεως διάταξίς τε καὶ διοίκησις, ὅμως ἐκ τῆς ἀκολουθίας εὐλογώτερον ἄν τις σύνθοιτο διὰ τῶν ἡμῖν γνωρίμων ἐνεργὸν εἶναι καὶ ἐπʼ ἐκείνων τὴν τοῦ Πνεύματος δύναμιν, ἢ ἀπεξενῶσθαι τῆς ἐν τοῖς ὑπερκειμένοις οἰκονομίας. ὁ μὲν γὰρ ἐκεῖνο λέγων ψιλὴν καὶ ἀκατάσκευον τὴν βλασφημίαν προβάλλεται, οὐδενὶ λογισμῷ κατασκευάζων τὴν ἀτοπίαν. ὁ δὲ συντιθέμενος καὶ τὰ ὑπὲρ ἡμᾶς μετὰ Πατρὸς καὶ Υἱοῦ τῇ δυνάμει τοῦ Πνεύματος οἰκονομεῖσθαι, ἐναργεῖ τεκμηρίῳ τῷ κατὰ τὴν ἰδίαν ζωὴν ἐπερειδόμενος περὶ τούτων διισχυρίζεται. οὐκοῦν ἡ τῆς ἐνεργείας ταυτότης ἐπὶ Πατρός τε καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου δείκνυσι σαφῶς τὸ τῆς φύσεως ἀπαράλλακτον. ὥστε κἂν φύσιν σημαίνῃ τὸ τῆς θεότητος ὄνομα, κυρίως καὶ τῷ ἁγίῳ Πνεύματι τὴν προσηγορίαν ἐφαρμόζεσθαι ταύτην ἡ τῆς οὐσίας κοινότης συντίθεται.