197
Μεγάλαι ἀεὶ καὶ πολλαὶ τοῦ Δεσπότου ἡμῶν αἱ δωρεαί, καὶ οὔτε τὸ μέγεθος αὐτῶν μετρητόν, οὔτε τὸ πλῆθος ἀριθμητόν. μία δὲ τῶν μεγίστων δωρεῶν ἐστι τοῖς εὐαισθήτως δεχομένοις τὰς χάριτας καὶ ἡ παροῦσα αὕτη, ὅτι πλεῖστον ἡμᾶς τῇ θέσει τοῦ τόπου διῃρημένους ἔδωκεν ἀλλήλοις συνάπτεσθαι διὰ τῆς ἐν τοῖς γράμμασι προσφωνήσεως. καὶ γνώσεως τρόπον διττὸν ἡμῖν ἐχαρίσατο· ἕνα μὲν διὰ τῆς συντυχίας, ἕτερον δὲ τὸν διὰ τὴς τοῦ γράμματος ὁμιλίας. ἐπεὶ οὖν ἐγνωρίσαμέν σε δι’ ὧν ἐφθέγξω, καὶ ἐγνωρίσαμεν, οὐ τὸν σωματικὸν χαρακτῆρα ταῖς μνήμαις ἡμῶν ἐντυπωσάμενοι, ἀλλὰ τοῦ ἔσω ἀνθρώπου τὸ κάλλος τῇ ποικιλίᾳ τῶν λόγων καταμαθόντες, ὅτι ἕκαστος ἡμῶν ἐκ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ, ἐδοξάσαμεν τὸν Θεὸν ἡμῶν, τὸν καθʼ ἑκάστην γενεὰν ἐκλεγόμενον τοὺς αὐτῷ εὐαρεστοῦντας· ὃς πρότερον μὲν ἐκ τῶν ποιμνίων τῶν προβάτων ἤγειρεν ἄρχοντα τῷ λαῷ αὐτοῦ· καὶ τὸν Ἀμῶς ἐκ τοῦ αἰπολίου ἐνδυναμώσας διὰ τοῦ Πνεύματος ὕψωσεν εἰς προφήτην· νῦν δὲ ἄνδρα ἐκ τῆς βασιλευούσης πόλεως, ἀρχὴν ὅλου ἔθνους πεπιστευμένον, ὑψηλὸν τῷ φρονήματι, γένους λαμπρότητι, περιφανείᾳ βίου, λόγων δυνάμει, πᾶσι τοῖς κατὰ τὸν βίον περίβλεπτον, εἵλκυσεν εἰς τὴν τῶν ποιμνίων τοῦ Χριστοῦ ἐπιμέλειαν· ὃς πάντα ῥίψας τὰ τοῦ βίου πλεονεκτήματα καὶ ἡγησάμενος αὐτὰ ζημίαν ἵνα Χριστὸν κερδήσῃ, τοὺς οἴακας δέξασθαι ἐπετράπη τῆς μεγάλης καὶ περιβοήτου νηὸς ἐπὶ τῇ εἰς Θεὸν πίστει, τοῦ Χριστοῦ Ἐκκλησίας. ἄγε τοίνυν, ὦ Θεοῦ ἄνθρωπε, ἐπειδὴ οὐ παρʼ ἀνθρώπων παρέλαβες ἢ ἐδιδάχθης τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, ἀλλʼ αὐτός σε ὁ Κύριος ἀπὸ τῶν κριτῶν τῆς γῆς ἐπὶ τὴν καθέδραν τῶν ἀποστόλων μετέθηκεν, ἀγωνίζου τὸν καλὸν ἀγῶνα, διόρθωσαι τὰ ἀρρωστήματα τοῦ λαοῦ, εἴ τινος ἄρα τὸ πάθος τῆς Ἀρειανῆς μανίας ἥψατο· ἀνανέωσαι τὰ ἀρχαῖα τῶν πατέρων ἴχνη, καὶ τῆς πρὸς ἡμᾶς ἀγάπης ὃν κατεβάλου θεμέλιον ἐποικοδομεῖν σπούδαζε τῇ συνεχείᾳ τῶν προσρήσεων. οὕτω γὰρ δυνησόμεθα ἐγγὺς ἀλλήλων εἶναι τῷ πνεύματι, εἰ καὶ τῇ οἰκήσει τῇ ἐπὶ τῆς γῆς παμπληθὲς ἀπῳκίσμεθα.