8
Καὶ περὶ μὲν τῆς προσκυνητῆς καὶ ἁγίας Τριάδος τοσαῦτα ἡμῖν ἐπὶ τοῦ παρόντος εἰρήσθω· οὐ γὰρ νῦν δυνατὸν πλατύτερον ἐξετάσαι τὸν περὶ αὐτῆς λόγον. ὑμεῖς δὲ λαβόντες παρὰ τῆς ἡμετέρας ταπεινώσεως σπέρματα, στάχυν ὥριμον ἑαυτοῖς γεωργήσατε, ἐπεὶ καὶ τόκους, ὡς ἴστε, τῶν τοιούτων προσαπαιτούμεθα. πιστεύω δὲ τῷ Θεῷ ὅτι καρποφορήσετε καὶ τριάκοντα καὶ ἑξήκοντα καὶ ἑκατὸν διὰ τὴν καθαρότητα τοῦ βίου ὑμῶν. Μακάριοι γάρ, φησίν,φησίνom. F. οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. καὶ μηδὲ ἄλλο τι, ἀδελφοί, τὴν βασιλείαν τῶν οὐρανῶν νομίσητε ἢ τὴν τῶν ὄντων ἀληθῆ κατανόησιν, ἣν καὶ μακαριότητα ὀνομάζουσιν αἱ Θεῖαι Γραφαί· Ἡ γὰρ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστί. περὶ δὲ τὸν ἐντὸς ἄνθρωπον οὐδὲν ἕτερονεστιν (sic) F. ἢ θεωρία συνίσταται. θεωρία ἂν εἴη λοιπὸνλοιπὸνom. F. ἡ βασιλεία τῶν οὐρανῶν. ὧν γὰρ νῦν τὰς σκιὰς καθορῶμεν, ὡς ἐν κατόπτρῳ, ὕστερον ἀπαλλαγέντες τοῦ γεώδους σώματος τούτου καὶ ἄφθαρτον ἐπενδυσάμενοι καὶ ἀθάνατον, τούτων τὰ ἀρχέτυπα κατοψόμεθα. ὀψόμεθα δέ, εἴ γε τὸν ἑαυτῶν βίον πρὸς τὸ εὐθὲς κυβερνῴημεν καὶ τῆς ὀρθῆς πίστεως ποιοίμεθα πρόνοιαν, ὧν χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Εἰς γὰρ κακότεχνον ψυχήν, φησίν, οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας.ἁμαρτίαις F. καὶ μηδεὶς ὑποκρουέτω λέγων ὅτι τὰ ἐν ποσὶν ἀγνοῶν, περὶ τῆς ἀσωμάτου καὶ πάντη ἀνύλου οὐσίας ἡμῖν φιλοσοφεῖς. καὶ γὰρ ἄτοπον κρίνω τὰς μὲν αἰσθήσεις ἐᾷν ἀκωλύτως τῶν ἰδίων ἐμπίπλασθαι ὑλῶν, τὸν δὲ νοῦν μόνον εἴργεσθαι τῆς οἰκείας ἐνεργείας. ὡς γὰρ ἡ αἴσθησις τῶν αἰσθητῶν, οὕτως ὁ νοῦς τῶν νοητῶν ἐπίβολός ἐστιν.