199
Ἠρώτησας ἡμᾶς περὶ Βιάνορος τοῦ πρεσβυτέρου, εἰ δεκτός ἐστιν εἰς τὸν κλῆρον, διὰ τὸν ὅρκον. ἐγὼ δὲ ἤδη τινὰ κοινὸν ὅρον περὶ πάντων ὁμοῦ τῶν μετʼ αὐτοῦ ὀμωμοκότων τοῖς κατʼ Ἀντιόχειαν κληρικοῖς οἶδα ἐκτεθεικώς· ὥστε τῶν μὲν δημοσίων αὐτοὺς ἀπέχεσθαι συλλόγων, ἰδίᾳ δὲ ἐνεργεῖν τὰ τῶν πρεσβυτέρων. τὸ αὐτὸ δὲ τοῦτο καὶ πρὸς τὴν ἑαυτοῦ ὑπηρεσίαν ἄδειαν αὐτῷ παρέχει, διότι οὐκ ἐν Ἀντιοχείᾳ ἐστὶν ἡ ἱερωσύνη, ἀλλʼ ἐν Ἰκονίῳ· ἥν, ὡς αὐτὸς ἐπέστειλας ἡμῖν, τῆς Ἀντιοχείας εἰς οἴκησιν ἀντηλλάξατο. ἔστιν οὖν δεκτὸς ἐκεῖνος ὁ ἀνήρ, ἀπαιτούμενος παρὰ τῆς εὐλαβείας σου μεταμέλεσθαι ἐπὶ τῇ εὐκολίᾳ τοῦ ὅρκου, ὃν ἐπὶ τοῦ ἀπίστου ἀνδρὸς ἐξωμόσατο, βαστάσαι τὴν ἐνόχλησιν τοῦ μικροῦ ἐκείνου κινδύνου μὴ δυνηθείς.