199
Περὶ τῶν ἐκπεσουσῶν παρθένων τῶν καθομολογησαμένων τὸν ἐν σεμνότητι βίον τῷ Κυρίῳ, εἶτα διὰ τὸ ὑποπεσεῖν τοῖς πάθεσι τῆς σαρκὸς ἀθετουσῶν τὰς ἑαυτῶν συνθήκας, οἱ μὲν πατέρες ἡμῶν ἁπλῶς καὶ πράως συμπεριφερόμενοι ταῖς ἀσθενείαις τῶν κατολισθαινόντων, ἐνομοθέτησαν δεκτὰς εἶναι μετὰ τὸν ἐνιαυτόν, καθʼ ὁμοιότητα τῶν διγάμων διαταξάμενοι. ἐμοὶ δὲ δοκεῖ, ἐπειδὴ τῇ τοῦ Θεοῦ χάριτι προϊοῦσα ἡ Ἐκκλησία, κραταιοτέρα γίνεται, καὶ πληθύνεται νῦν τὸ τάγμα τῶν παρθένων, προσέχειν ἀκριβῶς τῷ τε κατʼ ἔννοιαν φαινομένῳ πράγματι, καὶ τῇ τῆς Γραφῆς διανοίᾳ, ἣν δυνατὸν ἐξευρεῖν ἀπὸ τοῦ ἀκολούθου. χηρεία γὰρ παρθενίας ἐλάττων· οὐκοῦν καὶ τὸ τῶν χηρῶν ἁμάρτημα πολλῷ δεύτερόν ἐστι τοῦ τῶν παρθένων. ἴδωμεν τοίνυν τί γέγραπται Τιμοθέῳ παρὰ τοῦ Παύλου. Νεωτέρας δὲ χήρας παραιτοῦ. ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χρίστου, γαμεῖν θέλουσιν, ἔχουσαι κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. εἰ τοίνυν χήρα κρίματι ὑπόκειται βαρυτάτῳ, ὡς τὴν εἰς Χριστὸν ἀθετήσασα πίστιν, τί χρὴ λογίζεσθαι ἡμᾶς περὶ τῆς παρθένου, ἥτις νύμφη ἐστὶ τοῦ Χριστοῦ καὶ σκεῦος ἱερὸν ἀνατεθὲν τῷ Δεσπότῃ; μέγα μὲν ἁμάρτημα καὶ δούλην λαθραίοις γάμοις ἑαυτὴν ἐπιδιδοῦσαν φθορᾶς ἀναπλῆσαι τὸν οἶκον, καὶ καθυβρίζειν διὰ τοῦ πονηροῦ βίου τὸν κεκτημένον· πολλῷ δὲ δήπου χαλεπώτερον τὴν νύμφην μοιχαλίδα γενέσθαι καί, τὴν πρὸς τὸν νυμφίον ἕνωσιν ἀτιμάσασαν, ἡδοναῖς ἀκολάστοις ἑαυτὴν ἐπιδοῦναι. οὐκοῦν ἡ μὲν χήρα, ὡς δούλη διεφθαρμένη, καταδικάζεται, ἡ δὲ παρθένος τῷ κρίματι τῆς μοιχαλίδος ὑπόκειται. ὥσπερ οὖν τὸν ἀλλοτρίᾳ γυναικὶ συνιόντα μοιχὸν ὀνομάζομεν, οὐ πρότερον παραδεξάμενοι εἰς κοινωνίαν, πρὶν ἢ παύσασθαι τῆς ἁμαρτίας, οὕτω δῆλον ὅτι καὶ ἐπὶ τοῦ τὴν παρθένον ἔχοντος διατεθησόμεθα. ἐκεῖνο δὲ νῦν προδιομολογεῖσθαι ἡμῖν ἀναγκαῖον, ὅτι παρθένος ὀνομάζεται ἡ ἑκουσίως ἑαυτὴν προσαγαγοῦσα τῷ Κυρίῳ, καὶ ἀποταξαμένη τῷ γάμῳ, καὶ τὸν ἐν ἁγιασμῷ βίον προτιμήσασα. τὰς δὲ ὁμολογίας τότε ἐγκρίνομεν, ἀφʼ οὗπερ ἂν ἡ ἡλικία τὴν τοῦ λόγου συμπλήρωσιν ἔχῃ. οὐδὲ γὰρ τὰς παιδικὰς φωνὰς πάντως κυρίας ἐπὶ τῶν τοιούτων ἡγεῖσθαι προσῆκεν, ἀλλὰ τὴν ὑπὲρ τὰ δέκα ἓξ ἢ δέκα καὶ ἑπτὰ γενομένην ἔτη, κυρίαν οὖσαν τῶν λογισμῶν, ἀνακριθεῖσαν ἐπὶ πλεῖον εἶτα παραμείνασαν, καὶ λιπαροῦσαν διὰ ἱκεσιῶν πρὸς τὸ παραδεχθῆναι, τότε ἐγκαταλέγεσθαι χρὴ ταῖς παρθένοις, καὶ τὴν ὁμολογίαν τῆς τοιαύτης κυροῦν, καὶ τὴν ἀθέτησιν αὐτῆς ἀπαραιτήτως κολάζειν. πολλὰς γὰρ γονεῖς προσάγουσι καὶ ἀδελφοὶ καὶ τῶν προσηκόντων τινὲς πρὸ τῆς ἡλικίας, οὐκ οἴκοθεν ὁρμηθείσας πρὸς ἀγαμίαν, ἀλλά τι βιωτικὸν ἑαυτοῖς διοικούμενοι. ἃς οὐ ῥᾳδίως προσδέχεσθαι δεῖ, ἕως ἂν φανερῶς τὴν ἰδίαν αὐτῶν ἐρευνήσωμεν γνώμην.