8
Ἅμα δὲ καὶ τοῦτο λεκτέον, ὅτι τὰ φυσικὰ κριτήρια ἀδίδακτα πεποίηκεν ὁ κτίσας ἡμᾶς Θεός. οὐδεὶς γὰρ διδάσκει τὰς ὄψεις χρωμάτων ἢ σχημάτων ἀντιλαμβάνεσθαι, οὐδʼ ἀκοὴν ψόφων τε καὶ φωνῶν, οὐδʼ ὄσφρησιν ἀτμῶν εὐωδῶν τε καὶ δυσωδῶν, οὐδὲ γεῦσιν χυμῶν καὶ χυλῶν, οὐδʼ ἁφὴν μαλακῶν καὶ σκληρῶν, ἢ θερμῶν καὶ ψυχρῶν. οὐδὲ τὸν νοῦν ἐπιβάλλειν τοῖς νοητοῖς διδάξοι τις ἄν. καὶ ὥσπερ εἴ τι πάθοιεν αὗται, ἐπιμελείας μόνον προσδέονται, καὶ τὴν οἰκείαν ἐνέργειαν εὐκόλως ἀποπληροῦσιν· οὕτως καὶ ὁ νοῦς, σαρκὶ συνδεθεὶς καὶ τῶν ἐκ ταύτης φαντασιῶν πληρωθείς, πίστεως δεῖται καὶ πολιτείας ὀρθῆς, αἵτινες καταρτίζουσι τοὺς πόδας αὐτοῦ ὡσεὶ ἐλάφου καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶσιν αὐτόν. τοῦτό τοι αὐτὸ καὶ ὁ σοφὸς παρεγγυᾷ Σολομῶν, καί ποτε μὲν ἡμῖν προφέρει τὸν ἀνεπαίσχυντον ἐργάτην τὸν μύρμηκα καὶ δι’ αὐτοῦ τὴν πρακτικὴν ἡμῖν ὁδὸν ὑπογράφει· ποτὲ δὲ τὸ τῆς σοφῆς μελίττης κηρόπλαστον ὄργανον, καὶ δι’ αὐτῆςτὴνom. F. φυσικὴν θεωρίαν αἰνίττεται, ἐν ᾗ καὶ ὁ περὶ τῆς ἁγίας Τριάδος ἐγκέκραται λόγος, εἴπερ ἐκ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται.
8
Ἀλλʼ εὐχαριστήσαντες Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, πέρας ἐπιθῶμεν τῷ γράμματι, ἐπειδὴ πᾶν μέτρον ἄριστον, ὡςὡς Capps; καὶ MSS. and editi. ἡ παροιμία φησίν.
Μαξίμῳ φιλοσόφῳA, B, C, D, E; μαξίμῳ φιλοσόφῳ περὶ τῶν πονημάτων διονυσίου F.
9
Εἰκόνες ὄντως τῶν ψυχῶν εἰσὶν οἱ λόγοι. κατεμάθομεν οὖν σε διὰ τοῦ γράμματος, ὅσον φασίν, ἐξ ὀνύχων τὸν λέοντα· καὶ ἥσθημεν εὑρόντες περὶ τὰ πρῶτα καὶ μέγιστα τῶν ἀγαθῶν οὐκ ἀργῶς διακείμενον, τήν τε πρὸς τὸν Θεὸν ἀγάπην καὶ πρὸςπρὸςom. F. τὸν πλησίον. σημεῖον δὲ ποιούμεθα τοῦ μέν, τὴν περὶ ἡμᾶς δεξιότητά σου, τοῦ δέ, τὴν περὶ τὴν γνῶσιν σπουδήν. ὅτι δὲ ἐν δυοῖν τούτοιν ἐστὶ τὰ ὅλα, γνώριμον παντὶ Χριστοῦ μαθητῇ.